Ancient Greek · ~3 min
Book 1
Polyaenus, Strategemata 1.35. MΥΡΩNIΔΗΣ.
Not analysed yet
1 Ἀθηναῖοι καὶ Θηβαῖοι παρετάσσοντο. Μυρωνίδης Ἀθηναίοις παρήγγειλεν, ὅταν ὑποσημήνῃ, θεῖν ἐπὶ τοὺς πολεμίους ἀρξαμένους ἀπὸ τοῦ εὐωνύμου. ὁ μὲν ἐσήμηνεν· οἱ δʼ ἔθεον. ὡς δὲ βραχὺ προῆλθον, Μυ- ρωνίδης ἐπὶ τὸ δεξιὸν κέρας δραμὼν μέγα ἐβόα ῾νικῶ- μεν κατὰ τὸ εὐώνυμονʼ. Ἀθηναῖοι μὲν τῷ λόγῳ τῆς νίκης ἐπιρρωσθέντες προθυμότερον ἐμβάλλουσι· Θηβαῖοι δὲ τῷ ἀγγέλματι τῆς ἥττης καταπλαγέντες ἔκλιναν εἰς φυγήν. Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας, καὶ προ- ελθὼν εἰς τὸ πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ῾ὁρᾶτε᾿ ,ἔφη, τὸ πεδίον ὅσον. ἐν πεδίῳ τόσῳ πολε- μίων ἵππους ἐχόντων, ἢν μὲν φεύγωμεν, ἀνάγκη διω- κόντων ἱππέων ἁλῶναι· ἢν δὲ μένωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες. ᾿οὕτως ἄρα πείθονται μένειν· καὶ προ- ῆλθε Μυρωνίδης κρατῶν ἄχρι Φωκίδος καὶ Δοκρῶν.