Ancient Greek · ~2 min
Book 1
Polyaenus, Strategemata 1.36. ΠΕPIΚΔHΣ.
Not analysed yet
Δακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπεμψε τριήρεις Ἀθηναίων, οἳ δῃώσουσι τὰ παράλια τῆς Δακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συμβαίνῃ. Περικλῆς πλουτῶν χώραν πολλὴν ἐκέκτητο. Ἀρ- χίδαμος, φίλος ὥν αὐτῷ πάλαι καὶ πρόξενος, δῃώσων ἐνέβαλλε τὴν Ἀττικήν. Περικλῆς προϊδόμενος, ὡς ἄρα τιμῶν Ἀρχίδαμος τὴν προξενίαν τῶν αὐτοῦ χωρίων ἀποσχήσοιτο, ἵνα μὴ γένοιτο Ἀθηναίοις ὕποπτος, φθάσας τὴν δήωσιν ἐς ἐκκλησίαν παρελθών ἐχαρίσατο τῇ πόλει τὴν γῆν, ὅσην ἐκέκτητο.