Ancient Greek · ~1 min
Book 1
Polyaenus, Strategemata 1.9. ΤΗΜΕΝΟΣ.
Not analysed yet
Τήμενος μετὰ τῶν ἄλλων Ἡρακλειδῶν εἰς τὸ Ῥίον περαιοῦσθαι βουλόμενος ἔπεμψε Λοκροὺς αὐτομόλους Πελοποννησίοις ἀγγέλλοντας, ὅτι ναυλοχοῦσιν ἐν Ναυ- πάκτῳ τοῦ δοκεῖν ἐπὶ τὸ Ῥίον πλευσούμενοι, ὁρμὴ δέ ἐστιν αὐτοῖς χωρεῖν ἐπὶ τὸν Ἰσθμόν. πιστεύσαντες οἱ Πελοποννήσιοι μετῆλθον ἐπὶ τὸν Ἰσθμόν. οἱ δʼ ἀμφὶ Τήμενον μεθʼ ἡσυχίας τὸ Ῥίον κατέσχον.