Ancient Greek · ~4 min
Book 1
Polyaenus, Strategemata 1.10. ΠΡΟΚΛΗΣ.
Not analysed yet
Προκλῆς καὶ Τήμενος Ἡρακλεῖδαι Εὐρυσθείδαις κατέχουσι τὴν Σπάρτην ἐπολέμουν. Ἡρακλεῖδαι μὲν δὴ ἔθυον τῇ Ἀθηνᾷ τῷν ὁρίων ὑπερβατήρια, Εὐρυ- σθεῖδαι δὲ ἄφνω προσέπιπτον ἐς μάχην· οὐ μην ἡρέ θησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατή- ριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγώ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ’ ἄν πολεμῶσι μετά αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγ- ξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐ- λητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι Λάκωνας αὐλῷ μὴ στρατηγουμένους.