Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 10. ΠΕΡΔIΚKAΣ.
Not analysed yet
Περδίκκας Ἰλλυριῶν καὶ Μακεδόνων πολεμούντων, ἐπειδὴ πολλοὶ Μακεδόνες ἡλίσκοντο ζωγρείᾳ, καὶ οἱ λοιποὶ λύτρων ἐλπίδι πρὸς τὰς μάχας ἦσαν ἀτολμό- τεροι, ἐπεκηρυκεύσατο περὶ λύτρων ἐντειλάμενος τῷ κήρυκι ἐπανελθόντι ἀγγεῖλαι, ὡς ἄρα λύτρα Ἰλλυριοὶ μὴ προσίοιντο, ἀλλὰ ψηφίσαιντο τοὺς αἰχμαλώτους κτιν- νύειν. οἱ δὴ Μακεδόνες ἀπογνόντες τῆς διὰ τῶν λύτρων σωτηρίας εὐτολμότεροι πρὸς τὰς μάχας ἐγέ- νοντο, ὡς ἐν μόνῳ τῷ νικᾶν ἔχοντες τὸ σώζεσθαι. Περδίκκας Χαλκιδεῦσι πολεμῶν ἀργυροῦ νομί- σματος ἀπορούμενος χαλκόκρατον κασσίτερον ἐχάραξε καὶ οὕτως ἦν μισθοφορα τοῖς στρατιώταις. οἱ μὲν ἔμποροι τὸ βασίλειον νόμισμα ἐλάμβανον· ἐπεὶ δὲ ἦν ἀρχεῖον ὑπὲρ τοὺς ὅρους, ἀντεφόρτιζον καρποὺς τοὺς ἐπιχωρίους.