Ancient Greek · ~11 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 9. ΣΕΛΕΥΚΟΣ.
Not analysed yet
Σέλευκος Ἀντιγόνῳ παρετάσσετο. ἦν ἴση τῆς μάχης ἡ κρίσις. ἐπεὶ δὲ νὺξ προσῄει, ἔδοξεν ἀμφοῖν ἐς τὴν ὑστεραίαν ὑπερβαλέσθαι. οἱ μὲν Ἀντιγόνου στρατοπεδεύουσιν ἀφοπλισάμενοι· Σέλευκος δὲ προσ- έταξε τοῖς αὐτοῦ στρατιώταις ἐνόπλοις δειπνῆσαι καὶ κοιμηθῆναι τὸ σχῆμα τῆς τάξεως φυλάσσοντας. ὄρθρος ἦν βαθύς. οἱ μὲν Σελεύκειοι προσῆλθον ὡπλισμένοι καὶ συντεταγμένοι· οἱ δὲ Ἀντιγόνειοι καταληφθέντες ἄοπλοι καὶ ἀσύντακτοι ταχέως τοῖς πολεμίοις τὸ νῖκος ἔδωκαν. Σέλευκος ἀντεστρατοπέδευε Δημητρίῳ· ἀλλʼ ὁ μὲν μέγα φρονῶν, Σέλευκος, ἀπεγνωκὼς τῶν πραγμάτων δὲ Δημήτριος. νὺξ ἦν· ἔδοξε νυκτομαχῆσαι Δημητρίῳ ὡς ἐξ ἀπονοίας τι κατεργασομένῳ. προθύμως ὑπή- κουον οἱ στρατιῶται τὸ παράλογον τῆς ἐπιθέσεως ἐφό- διον ὑστάτης ἐλπίδος ἔχοντες. οἱ μὲν δὴ ἀνακινού- μενοι ὡπλίζοντο· Αἰτωλοὶ δὲ πελτασταὶ Δημητρίου νεανίαι δύο ἐντυχόντες προφυλακῇ Σελεύκου τὴν ταχί- στην ἄγειν αὑτοὺς ἠξίωσαν ὡς βασιλέα. ἐπεὶ δὲ ἦλθον, ἤγγειλαν τῆς νυκτομαχίας τὴν παρασκευήν. Σέλευκος δείσας, μὴ τῆς ὁπλίσεως τῶν στρατιωτῶν ὀξυτέρα τῶν πολεμίων ἡ ἔφοδος γένοιτο, προσέταξε τοῖς μὲν σαλ- πιγκταῖς τὸ πολεμικὸν σημαίνειν, τοῖς δὲ στρατιώταις ὁπλιζομένοις ἀλαλάξαι μέγιστον, ἕκαστον δὲ ἀνὰ τὴν κλισίαν πῦρ ἐμβαλεῖν τοῖς παροῦσι φρυγάνοις. ὁρῶν Δημήτριος περιλαμπομένην πυρὶ τὴν στρατιὰν, ταῖς σάλπιγξι περιηχουμένην, ἀλαλαγμὸν ἐγείρουσαν, ὡς ἀντιπαρεσκευασμένῃ οὐκ ἐθάρρησεν ἐπιθέσθαι. Σέλευκος τῶν Δημητρίου στρατιωτῶν ἀθύμως διακειμένων τοὺς ἀνδρωδεστάτους τῶν ὑπασπιστῶν ἐπιλεξάμενος καὶ προτάξας ἐλέφαντας ὀκτὼ, διὰ στενῆς ἀτραποῦ παρὰ πλευρὸν τῶν πολεμίων βαδίζων, ἀπορ- ρίψας τὸ κράνος ἀνεβόα μέχρι ποῦ μαίνεσθε ληστάρχῳ λιμώσσοντι παραμένοντες, δυνάμενοι πλουτοῦντι βασι- λεῖ μισθοφορεῖν καὶ βασιλείας μετέχειν οὐκ ἐλπιζομένης, ἀλλὰ παρούσης; ᾿τούτων ἀκούσαντες οἱ πλεῖστοι τὰ δόρατα καὶ ξίφη ῥίψαντες ἀνέσεισαν τὰς χεῖρας προσ- τεθειμένοι Σελεύκῳ. Σέλευκος τὴν Σάρδεων ἄκραν ἐπολιόρκει, τοὺς ἐν αὐτῇ θησαυροὺς Θεοδότου φυλάσσοντος. τοῦτον θη- σαυροφύλακα Λυσίμαχος ἔταξε. μὴ δυνάμενος τὴν ἄκραν ἐχυρὰν οὖσαν ἑλεῖν ἐκήρυξε τάλαντα ἑκατὸν δώσειν τῷ κτείναντι Θεόδοτον. ἦν οὖν καὶ τῶν στρα- τιωτῶν πολλοῖς ἐπιθυμία τῶν ἑκατὸν ταλάντων καὶ τῷ Θεοδότῳ πρὸς τοὺς στρατιώτας ὑποψία καὶ φόβος. ὁ μὲν οὖν οὐδὲ προῄει· [οἱ] πολλοὶ δὲ ἠγανάκτουν ἀπιστούμενοι. τοιαύτης ταραχῆς οὔσης φθάσας Θεό- δοτος πυλίδα νύκτωρ ἀνοίξας εἰσαγαγὼν Σέλευκον ἐξέδωκεν αὐτῷ τοῖς θησαυρούς. Σέλευκος Δημητρίου στρατοπεδεύοντος ὑπὸ τοῖς λόφοις Ταύρου δεδοικὼς, μὴ λαθὼν ἐπὶ Συρίας ἀνα- χωρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων ἐπὶ τὰ ὄρη τὰ ὑπερκείμενα τῶν Ἀμανίδων πυλῶν, ἡ τὴν πορείαν ἔμελλε ποιεῖσθαι, προστάξας πυρὰ καῦσαι πολλά. Δημήτριος προκατειλημμένους ὁρῶν τοὺς τό- πους τῆς πορείας ταύτης ἀπετράπετο. Σέλευκος ἐς Κιλικίαν φυγῶν ἐκ τῆς μάχης τῆς πρὸς τοὺς βαρβάρους, ἴνα μηδὲ οἱ φίλοι μάθοιεν, ὅτι μετʼ ὀλίγων τυγχάνοι φεύγων, Ἀμακτυόνος τοῦ ἡγε- μόνος τῆς βασιλικῆς ἴλης ὁπλοφόρος εἶναι προσεποιή- σατο, ἐσθῆτα λαβὼν ἁρμόζουσαν ὁπλοφόρου σχήματι. ἐπεὶ δὲ πολὺ πλῆθος συνῆλθεν ἰππέων καὶ πεζῶν, τότε τὴν βασιλικὴν στολὴν ἀναλαβών ἑαυτὸν τοῖς στρατιώταις ἔδειξεν.