Ancient Greek · ~7 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 10. MAΡIΟΣ.
Not analysed yet
Μάριος Κιμβρίων καὶ Τευτόνων ἐς τὴν ταλίαν ἐμβαλόντων, ἀγρίων ἀνθρῶώπων, μεγάλων, τὰς ὄψεις ἀλλοκότων, θηριῶώδη τὴν φωνὴν ἐχόντων, ἐπὶ πλεῖστον ὅσον οὐ συνέβαλεν ἐς μάχην, ἀλλὰ ἐκῶώλυσε τοὺς στρα- τιώτας τοῦ χάρακος προιόντας ἐμβάλλειν, πόρρωθεν [δʼ] ἱσταμένους, ὁρῶντας τοὺς πολεμίους εῖθιζε τῆς μορφῆς αὐτῶν ἀνέχεσθαι καὶ τὴν φωνὴν ὑπομένειν καὶ τὴν ὄψιν χειροήθη ποιεῖσθαι. οὕτως ἄρα οἱ στρατιῶται τὸ θάμβος τῶν βαρβάρων ἐκλύσαντες κατεφρόνησαν αὐτῶν καὶ τὸν Μάριον αὐτοὶ παρεκά- λουν ἐξάγειν αὐτοὺς ἐπὶ τὴν μάχην· καὶ δὴ συμβα- λόντες δέκα μυριάσι τῶν πολεμίων τοὺς μὲν ἔκτειναν, τοὺς δὲ ζῶντας ἔλαβον. Μάριος εύτοσι καὶ Κιαβρίοις μέλλων συμβάλλειν ἐν ὑπωρείαις ἀνωμάλοις Μάρκελλον διὰ νυκτὸς ἐκέ- λευσε τρισχιλίους ὁπλίτας ἄγοντα διʼ ἀβάτων ὁρῶν περιελθόντα κατὰ νῶώτου τῶᾶν πολεμίων γενέσθαι. ἐπεὶ δὲ συνέβαλε, παράγγελμα τοῖς στρατιῶώταις ἔδωκεν, ἐκ τῶν ἀνωμάλων ἠρέμα ὑποβαίνειν ἐς τὸ πεδίον, ὅπως οἱ πολέμιοι φεύγειν αὐτοὺς οἰόμενοι διῶώκειν ἐγχειροῖεν καὶ οὕτως ἐς τὸ ὁμαλὸν κατέλθοιεν. ὡς δὲ κατῆλθον, κατὰ προσῶώπου μὲν οἱ περὶ τὸν Μάριον, κατὰ νῶώτου δὲ οἱ περὶ τὸν Μάρκελλον συρρήξαντες κατέκοψαν τοὺς πολεμίους καὶ νίκην λαμπροτάτην ἐνίκησαν. Μάριος Κιμβρίοις συμβαλών ἀπὸ χειμερίων τόπων ὡρμημένοις ἠπίστατο κρύος μὲν καὶ χιόνα φέρειν δυνα- μένους, καῦμα δὲ καὶ ἥλιον οὐδαμῶς. ἦν μὲν δὴ μὴν Ἀὔγουστος. Μάριος δὲ κατὰ νῶώτου τῶν πολεμίων προκατελάβετο τῆς μάχης τὸν τόπον. οἱ βάρβαροι δὲ ἐπιστραφέντες, κατὰ προσῶώπου τὸν ἥλιον ἔχοντες, ἀντι- λάμπουσαν τὴν αὐγὴν οὐ φέροντες, ὑπὸ τοῦ θάλπους ίδρῶτα πολὺν μετὰ ἄσθματος ἀφιέντες τοὺς μὲν θυρεοὺς προεβάλοντο πρὸ τῶν προσῶώπων τὴν ἀκμὴν τοῦ ἡλίου μὴ φέροντες, τὰ δὲ σώματα αὐτῶν γυμνούμενα τιτρώ- σκοντες οἱ Ῥωμαῖοι κατέκοψαν. πίπτουσι τῶν βαρ- βάρων δωδεκάκις μύριοι, ἁλίσκονται ζῶντες ἑξάκις μύριοι.