Ancient Greek · ~3 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 9. ΣΥΛΛΑΣ.
Not analysed yet
Σύλλας ἐν τῷ συμμαχικῷ πολέμῳ τῶν [στρατιω- τῶν αὐτοῦ] στρατηγικὸν ἄνδρα καὶ πρεσβευτὴν, Ἀλ- βῖνον, λίθοις καὶ ξύλοις διαχρησαμένων οὐκ ἐπεξῆλθεν, ἀλλὰ παρεῖδε τοὺς ἀποκτείναντας φάσκων ποιεῖν αὐτοὺς ἐν τούτῳ προθυμοτέρους ἐς τὸν πόλεμον ὡς ὀφείλοντας ὑπὲρ ἄμαρτήματος μεγάλου διὰ μεγάλης ἀνδραγαθίας ἀπολογήσασθαι. τοιγάρτοι καὶ ἐν ταῖς μάχαις πολλῷ γενναιότερον ἠγωνίσαντο, ὥστε καὶ λήθην ἐμποιῆσαι τῆς εἰς τὸν Ἀλβῖνον παρανομίας. Σύλλας Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ περὶ Ὀρχομενὸν παρετάσσετο. ὁρῶν δὲ τοὺςʼPωμαίους ἡττω- μένους καὶ φείγοντας αὐτὸς ἀποπηδήσας τοῦ ἵππου καὶ σημεῖον ἁρπάσας αώθεῖτο διὰ τῶν φευγόντων ἐς τοὺς πολεμίους βοῶν ἐμοὶ μὲν ἐνταῦθα καλὸν, ὦ Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις, ποῦ προδεδῶώκατε Σύλλαν, μέμνησθε φράζειν ἐν Ὀρχομενῷ᾿. τοῦτον τὸν λόγον Ῥωμαῖοι καταιδεσθέντες ἀνέστρεψαν καὶ προθύμως ἐμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους.