Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 12. ΛΥΣΙΜΑΧΟΣ.
Not analysed yet
Λυσίμαχος, Αὐταριατῶν τὰς ἀποσκευὰς ἀπολεσάν. των ἐν τῇ πρὸς Δημήτριον μάχῃ περὶ Λάμψακον, φοβηθεὶς, μή τι νεωτερίσωσιν οἱ βάρβαροι πάντα ὅσα εἶχον ἀπολέσαντες, προαγαγὼν αὐτοὺς ἔξω τοῦ χάρα- κος ὡς ἐπὶ σιτομετρίαν, σύνθημα δοὺς ἀπέκτεινεν ἅπαντας. ἦσαν ἄνδρες πεντακισχίλιοι. Λυσίμαχος Ἀμφιπόλεως κρατήσας Ἀνδραγάθου προδόντος πολλὰ καὶ μεγάλα χαρισάμενος αὐτῷ, μείζονα δὲ ὑποσχόμενος, ἐὰν εἰς τὴν Ἀσίαν αὐτῷ συναποδη- μήσῃ, ἐπειδὴ πρὸς ταῖς Θρᾳκίαις πύλαις ἐγένετο, οὐ μόνον πάντα ὅσα ἐτύγχανεν ἔχων ἀφείλετο, ἀλλὰ καὶ αὐτὸν βασανίσας ἀπέκτεινεν. Λυσίμαχος Αρίστωνα τὸν Αὐτολέοντος πρὸς Παί ονας ἐπὶ τὴν πατρῴαν βασιλείαν κατῆγεν, ἴνα γνω- ρίσαντες τὸ βασιλικὸν μειράκιον προσοῖντο φιλοφρόνως αὐτόν. ἐπεὶ δὲ τὸν Ἀρίστωνα ἔλουον τὸ βασιλικὸν λουτρὸν ἐπὶ τοῦ Ἀστίβου ποταμοῦ καὶ τὴν τράπεζαν τὴν βασιλικὴν παρέθηκαν κατὰ τὸ πάτριον ἔθος, Λυσί- μαχος ἐσήμηνεν ἐξοπλίσασθαι. Ἀρίστων μὲν φυγῶν ἀφιππάσατο ἐς τὴν Δαρδανέων, Λυσίμαχος δὲ Παιο- νίαν κατέσχεν.