Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 13. KPATEPOΣ.
Not analysed yet
Κρατερὸς Τυρίωυ ἐπιθεμένων τοῖς ἐργαζομένοις τὸ χῶμα Μακεδόσι τροπῆς αὐτῶν γενομένης ὑποχωρεῖν παρήγγειλεν. ἐπεὶ δὲ οἱ Τύριοι σφοδρῶς ἐπὶ μακρὸν διώξαντες ἔκαμον, ἐσήμηνεν ἀναστρέψαντας ἐμβαλεῖν τοῖς Τυρίοις. αὐτίκα δὴ οἱ μὲν διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον.