Ancient Greek
BIBAION TPITON.
Polyaenus, Strategemata 12. ΦΩΚΙΩΝ.
Not analysed yet
Φωκίων Ἀθηναίους ὡρμηκότας στρατεύειν ἐπὶ βοιωτοὺς ἐκώλυεν· οἱ δὲ πολλῇ ὁρμῇ χρώμενοι τὸν πόλεμον ἐψηφίσαντο καὶ Φωκίωνα στρατηγόν. ὁ δὲ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὅσοι Ἀθηναίων μέχρι ἑξήκοντα ἐτῶν ἀπὸ ἥβης πέντε ἡμερῶν σιτία λαβόντες εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἕπεσθέ μοι. ὁ θόρυβος ἦν πολύς. οἱ πρεσβύτεροι καὶ μᾶλλον ἐβόων, ἀνεπήδων, ἠγανάκτουν. τότε δὴ Φωκίων οὐδὲν’, ἔφη δεινὸν ὑπομενεῖτε· κἀγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ετος μεθʼ ὑμῶν ἔσομαι᾿. τοῦτο ἀκούσαντες Ἀθηναῖοι τῆς ὁρμῆς τῆς ἐπὶ τὸν πόλεμον ἐπαύσαντο καὶ μετε- βάλοντο. *)