Ancient Greek · ~4 min
BIBAION TPITON.
Polyaenus, Strategemata 13. XAPHΣ.
Not analysed yet
Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας εἶναι φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας, προσ- έταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι, πρὶν εἰπεῖν, ὅς τις εἴη καὶ τίνος τάξεως. οὕτω δὴ συνέβη τοὺς κατασκόπους ἁλῶναι μὴ δυναμένους εἰπεῖν μήτε τάγμα μήτε λόχον μήτε συσσίτιον μήτε σύνθημα. Χάρης ἐν Θρᾴκῃ χειμῶνος ὄντος ὑπερβολῇ τοὺς στρατιώτας ὁρῶν φειδομένους τῶν ἱματίων καὶ πρὸς τὸ πράττειν ἃ χρὴ διακειμένους ὀκνηρῶς παρήγγειλεν αὐτοῖς ἀλλάττειν παρʼ ἀλλήλων τὰ ἱμάτια. τούτου γὰρ γενομένου τῶν ἀλλοτρίων ἐσθήτων ἕκαστος οὐ φειδόμενος ἑτοιμότερος ἦν πράττειν τὰ κελευόμενα. Χάρης ἀπῆγε στρατόπεδον ἐκ Θρᾴκης· πέκειντο οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμε- νος ἀποσπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν, ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἰππέων ἐκέλευσε παριππευσαμένους τὴν ταχίστην γενο- μένους ὄπισθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμηναν, οἱ δὲ προσκείμενοι Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες φεύγοντες ᾤχοντο. Χάρης δὲ ἀσφαλῆ τὴν ἀποχώρησιν ἐποιήσατο.