Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 13. ΕΥΡΡΠΩΝ.
Not analysed yet
Εὐρυπῶν βασιλεὺς Λακεδαιμονίων ὁρῶν τὸν πρὸς Ἀρκάδας πόλεμον μηκυνόμενον στάσιν αὐτοῖς ἐμποιῆ- σαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα Λακε- δαιμόνιοι παύσονται πολεμοῦντες, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσητεʹ. τούτους δὲ εἶναι τοὺς Ἄγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες, προσδοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἡδύναντο· πολλοὺς δὲ καὶ [δούλους] συμμάχους προσ- εποιήσαντο τὴν ἐλευθερίαν ὑπισχνούμενοι. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν, ὥστε δίχα δίαι- ρεθέντες, ὁπλισάμενοι, προελθόντες παρετάξαντο· οἱ δὲ τὰ τοῦ δήμου φρονοῦντες ἡττηθέντες, πρὸς μέρος τι τοῦ τείχους καταφυγόντες, τὰς πύλας ἀνοίξαντες Λακεδαιμονίους ἐδέξαντο. οἱ δὲ κατέσχον τῇ στάσει Μαντίνειαν, ἧς τῷ πολέμῳ κρατεῖν οὐκ ἡδύναντο.