Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 14. EΦΟΡΟI.
Not analysed yet
Οἱ Ἐψοροι μηνυθέντος ἐπιβουλεύειν Κινάδωνα συλλαβεῖν αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμε- νοι τῶν ἰππέων τινὰς κρύφα προπέμψαντες ἐς Ἀὐλῶνα τῆς Λ¨ακωνικῆς οὐ προ πολλοῦ, τὸν Κινάδωνα καλε- σαντες μετὰ δύο στρατιωτῶν ἐς Ἀὐλῶνα ἔπεμψαν ὡς ἐπὶ πρᾶξιν ἀπόρρητον. ὡς δὶ ἀφίκετο, οἱ προπεμ- φθέντες ἱππεῖς συλλαβόντες αὐτὸν, στρεβλῶώσαντες, μα- έθόντες τοὺς κοινωνοὺς τῆς ἐπαναστάσεως ἐπέστειλαν τοῖς Cφόροις. οἱ δὲ μαθόντες τοὺς μηνυθέντας ἄνευ ταραχῆς ἀπέκτειναν οὐ παρόντος τοῦ μεμηνυκότος. Οἱ Ἐψοροι πυθόμενοι τοῖς Παρθενίαις σημεῖον συγκείμενον, ὅταν μέλλωσιν ἄρχεσθαι τῆς ἐπαναστά- σεως, ἐκ μέσης τῆς ἀγορᾶς πῖλον ἀνασχεῖν, προσέταξαν τῷ κήρυκι ἀναγορεῦσαι· οἱ τὸν πῖλον αἴρειν μέλλοντες ἐκ τῆς ἀγορᾶς ἄπιτεʼ τούτου δὲ κηρυχθέντος οἱ κοι- νωνοῦντες τῆς ἐπιθέσεως ἐπέσχον ὡς προεγνωσμένης τῆς πράξεως.