Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 13. ΖΩΠΥΟΣ.
Not analysed yet
Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατρά- πης ἀκρωτηριάσας τὸ πρόσωπον ἧκεν αὐτόμολος ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλό- μην ἂν, ἐφʼ ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον. ᾿