Ancient Greek · ~8 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 14. ΟΡΟΝΤΗΣ.
Not analysed yet
Βασιλεὺς Ἀρταξέρξης Ὀρόντῃ προσέταξε ‘Τηρίβαζον Κύπρου σατράπην ἄγε μοι δεδεμένονʼ. Ὀρόντης, ἐδε- δοίκει γὰρ Τηρίβαζον, λόχῳ τὸν ἄνδρα εἷλεν. ὁ δὲ λόχος· ἦν οἶκος, ἐν ᾧ βόθρος βαθύς. ἄνω τοῦ βόθρου κλίνην ἔθηκεν οὐκ ἐντεταμένην, ἀλλὰ στρώμασι ποικί- λοις κεκοσμημένην. καλεῖ Τηρίβαζον ὡς διαλεξόμενος περὶ ἀπορρήτων. Τηρίβαζος εἰσέρχεται καὶ καθιζάνει καὶ διὰ τῆς κλίνης εἰς τὸν βόθρον καταφέρεται καὶ συλληφθεὶς ἀναπέμπεται βασιλεῖ δεδεμένος. Ὀρόντης ἀποστὰς ἐπολέμει τοῖς βασιλέως στρατη- γοῖς καὶ καταφυγὼν ἐπὶ λόφον τοῦ Τμώλου χαράκωμα περιεβάλετο. τῶν πολεμίων ἀντιστρατοπεδευσάντων παρήγγειλε τοῖς στρατιώταις ὀχυροῦν μάλιστα δὴ τὸ χαράκωμα καὶ τὰς ἐφοδείας καὶ τὰς φυλακὰς συγκρο- τοῦντας ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπι- λέκτους ἱππέας λαβὼν ἐξώρμησε διὰ τῆς ἐπὶ Σάρδεων ὁδοῦ καὶ τὴν ἀγορὰν τὴν κομιζομένην τοῖς πολεμίοις ἥρπασε καὶ λείαν πολλὴν τῶν Σαρδιανῶν ἀπήλασε καὶ πέμψας ἄγγελον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῆς ὑστεραίας ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπεξῆλθον. Ὀρόντης δὲ κατὰ νώτου τῶν πολεμίων γενόμενος τοὺς μὲν ἀποκτείνας, τοὺς δὲ ζωγρήσας ἀσφαλῶς ἀπηλλάττετο. Ὀρόντης ἐν Κύμῃ παρετάξατο Αὐτοφραδάτῃ μυ- ρίους ἱππέας ἔχοντι αὐτὸς ἔχων μυρίους ὁπλίτας Ἕλλη- νας πρῶτον μὲν δὴ προσέταξε τοῖε Ἕλλησιν ἐπιστρα- φῆναι καὶ ἰδεῖν τὸ πεδίον ἡλίκον ἐμφανίζων, ὡς οὐκ ἄν τις τὴν τάξιν λύσας τοὺς ἱππέας διαφύγοι· ἐπεὶ δὲ συμβαλόντες ἔστησαν πεφραγμένοι, τῶν ἱππέων τὴν φάλαγγα διιππεῦσαι μὴ δυνηθέντων καὶ διὰ τοῦτο ἀποστραφέντων, Ὀρόντης ἐκέλευσε τοὺς Ἕλληνας, ἐαν πάλιν ἐπάγειν ἐγχειρῶσιν οἱ ἱππεῖς, τρία βήματα μόνον εἰς τοὔμπροσθεν ἐμβῆναι. οἱ μὲν δὴ ἐνέβησαν, οἱ δὲ ἱππεῖς νομίσαντες ἐπάγειν αὐτούς ἐκκλίναντες ἔφευγον. Ὀρόντης πολλοὺς τῶν συμμάχων ἀποβαλὼν, οὕς Αὐτοφραδάτης ἐνέδρᾳ διέφθειρε, καθῆκε λογοποιοὺς διαγγέλλοντας, ὡς ἐγγὺς εἴησαν οἱ μισθοφόροι, ὥστε καὶ τῷ Αὐτοφραδάτῃ τοῦτο ἐξηγγέλλετο. τῶν δὴ βαρ- βάρων τοὺς ἰσχυροτάτους νυκτὸς ὥπλισεν ὅπλοις Ἑλλη- νικοῖς καὶ ἀρχομένης ἕω παρέταξεν αὐτοὺς μετὰ τῶν ἄλλων Ελλήνων ἐπιστήσας ἑρμηνέας διγλώσσους, ἵνα τὰ παρηγγελμένα τοῖς Ἕλλησιν οὗτοι φράζοιεν τοῖς βαρβάροις. Αὐτοφραδάτης ἰδών τὰ Ἑλληνικὰ ὅπλα. οἰηθεὶς ἥκειν τοὺς μισθοφόρους περὶ ὧν ἐπέπυστο, συμβαλεῖν οὐ θαρρήσας ἀναλαβὼν τὸ στρατόπεδον εφυγὲν.