Ancient Greek · ~7 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 14. ΦΑΒΙΟΣ.
Not analysed yet
Φάβιος ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ μὴ παρα- τασσόμενος κακῶς ἤκουεν ἐν τῇ συγκλήτῳ. τοῦ δὲ υἱοῦ παρακαλοῦντος ἀποτρίψασθαι τὴν ἀδοξίαν, ἐπέ- δειξεν αὐτῷ μέρος ἕκαστον τῆς φάλαγγος. ἐνίων δὲ οὐκ ἐρρωμένως ἐχόντων ὁρᾷςʼ ἔφη ὡς οὐ καλὸν συμ- βαλόντας ἀποκυβεῦσαι περὶ τῶν ὅλων· πολλάκις γὰρ ὅλη μὲν ἡ φάλαγξ οὐκ εἴληφεν ἀγῶνος πεῖραν, κατὰ μέρος δὲ τὸν ἔμπειρον οὐκ ἔλαθεν ἡττᾶσθαι δυναμένη. τοιγάρτοι συμβουλεύω μὴ συμβαλεῖν, ἀλλʼ ἕπεσθαι τὰς ὑπωρείας κατέχοντα καὶ τὰς πόλεις ἀφιστάντα᾿. ταῦτα λέγων καὶ πράσσων ἐν μὲν τῷ παραυτίκα ἐνομίσθη δειλὸς, ὕστερον δὲ ἄλλων πολλὰς δυνάμεις ἀπολλύντων πάλιν οἱ Ῥωμαῖοι κατέφυγον ἐπὶ Φάβιον καὶ τὴν αὐτοῦ στρατηγίαν, ὥστε καὶ δικτάτωρ ἀπεδείχθη καὶ Μάξιμος ἀνηγορεύθη· τοῦτο δʼ ἂν εἴη Μέγιστος. Φάβιος ἐπεκλήθη Μέγιστος, Σκιπίων Μέγας· ἐζη- λοτύπει τῆς δόξης ὁ Σκιπίων τὸν Φάβιον, ὥστε καὶ ἤρετο· τί δή ποτε σὺ μὲν διατηρήσας μόνον τὰ στρα- τόπεδα κληΐζῃ Μέγιστος, ἐγὼ δὲ Μέγας ὁ συμβαλὼν κατὰ στόμα καὶ νικήσας Ἀννίβαν; ᾿Φάβιος ἔφη ῾ἀλλʼ εἰ μὴ ἐγώ σοι διεφύλαξα τοὺς στρατιώτας, οὐκ ἂν ἔσχες μεθʼ ὧν μαχόμενος νικήσεις᾿. Φάβιος εἷλε τὴν Ταραντίνων πόλιν Ἀννίβου συμμα- χοῦντος αὐτοῖς δόλῳ καὶ τέχνῃ. στρατιώτης Ταραν- τῖνος ἦν παρὰ Φαβίῳ. τούτου τῆς ἀδελφῆς καλῆς οὔσης ἐν Τάραντι Βρέττιος ἤρα ἀνὴρ ὑπὸ Ἀννίβου τὰ τείχη φυλάττειν πεπιστευμένος. τοῦτο μαθὼν Φά- βιος τὸν Ταραντῖνον στρατιώτην ἐσέπεμψε πρὸς τὴν ἀδελφήν. ὁ δὲ διʼ αὐτῆς τὸν Βρέττιον φίλον ποιη- σάμενος ἔπεισε τὰ Ρωμαίων φρονεῖν, ὥστε καὶ συνθέ- μενος ὁ Βρέττιος ἔδειξε, καθʼ ὃ μέρος χρὴ προσβαλεῖν τοῖς τείχεσι. Φάβιος κλίμακας προσθεὶς ἐπαναβὰς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. ἐπὶ τούτῳ μάλιστα πάντων ἐθαυμάσθη στρατηγήματι κρατήσας Ἀννίβου τοῦ τέχναις καὶ δόλοις τὰ πλεῖστα νικῶντος.