Ancient Greek · ~1 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 15. KOINTΟΣ.
Not analysed yet
Κόιντος Φάβιος τὸν υἱὸν αἱρεθῆναι στρατηγὸν βουλόμενος αὐτὸς ἤδη γεγηρακὼς ἐδεῖτο Ῥωμαίων μηδαμῶς αὐτῷ δοῦναι τὴν ἀρχὴν, ἵνα μὴ ἀναγκάζοιτο συναποδημεῖν ἐπὶ τὸν πόλεμον ἐν γήρᾳ μακρῶ· οἱ δὲ νομίσαντες ἄμεινον ἕξειν τὰ τῆς πόλεως τούτου παρ- όντος ἐψηφίσαντο τὸν νεανίσκον ἄρχοντα. ὁ δὲ Φά- βιος οὐ συναπεδήμησεν, ἵνα μὴ παρέληται τὸν υἱὸν τὴν δόξαν τῆς ἀρχῆς.