Ancient Greek · ~13 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 16. ΣΚΙΠΙΩΝ..1
Not analysed yet
Σκιπίων ἐν Ἰβηρίᾳ μαθὼν, ὡς τὸ τῶν πολεμίων στρατόπεδον ἄσιτον ἀφίκοιτο ἐς τὴν μάχην, ἐμήκυνεν ἐξάγων καὶ παρατάσσων τὴν αὐτοῦ φάλαγγα. ἀμφὶ δὲ ὥραν ἑβδόμην πιεζομένοις ἤδη λιμῷ καὶ δίψει συμ- βαλὼν ῥᾳδίως ἐκράτησεν. Σκιπίων τοῦ στρατοπέδου τὰς πόρνας ἐξήλασε κελεύσας ἐς πόλιν ἀπιέναι πανηγυρίζουσαν. προσέταξε δὲ ἀποπέμψασθαι κλίνας, τραπέζας, ἐκπώματα καὶ σκεύη πάντα πλὴν χύτρας καὶ ὀβελίσκου καὶ ποτηρίου, ἀργυροῦν δὲ ἔκπωμα μὴ ἔχειν πλέον δικοτύλου, καὶ λούεσθαι μηδένα, τῶν δὲ ἀλειφομένων ἕκαστον τρίβειν ἑαυτόν, τὰ γὰρ ὑποζύγια δεῖσθαι τῶν τριβόντων· ἀριστᾶν δὲ ὀρθοὺς ἄπυρον ὄψον, δειπνοῦντας δὲ προσφέρεσθαι καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· ἱματίῳ δὲ χρῆσθαι σισύρᾳ Γαλατικῇ. καὶ πρῶτος ἐνεπορπήσατο σισύραν μέλαιναν, τοῖς δὲ στρατηγοῖς ἐπὶ στιβάδος ἀνακείμενος ἑωρᾶτο φάσκων πενθεῖν τὴν τοῦ στρατεύ- ματος ἀσωτίαν καὶ μαλακίαν. Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα θλί- θεσθαί μοι δοκεῖςʼ εἶπεν ὦ συστρατιῶτα᾿ . τοῦ δὲ καὶ πάνυʼ φήσαντος, εἰκότωςʼ ἔφη· ἐν γὰρ τῷ ξύλῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ. ᾿Σκιπίων στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ θυρεῷ κεκοσμημένῳ αἰσχρὸνʼ ἔφη Ῥωμαῖον ἄνδρα τῇ ἀριστερᾷ χειρὶ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύειν᾿. Σκιπίων ὑπὸ τοῖ δήμου θορυβούμενος ἐμὲʼ ἔφη ῾οὐδὲ στρατιωτῶν ἐνόπλων ἀλαλαγμὸς ἐξέπληξεν, οὔτι γε συγκλύδων ἀνθρώπων θόρυβος, ὧν οἶδά γε τὴν Ἰταλίαν μητρυιὰν, οὐ μητέρα᾿ . τούτῳ τῷ λόγῳ συνε- στάλησαν καὶ τοῦ θορυβεῖν ἐπαύσαντο. Σκιπίων δορυάλωτον λαβὼν ἐν Ιβηρίᾳ πόλιν Οἴνυσσαν, ὡς οἱ λαφυραγωγοὶ παρθένον ἤγαγον κάλ- λους ὑπερφυῶς ἔχουσαν, τὸν πατέρα αὐτῆς ἀναζητήσας ἐχαρίσατο αὐτῷ τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκο- μίσαντες, ὁ δὲ καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι γυναῖκες τῶν εὖ γεγονότων ἢ θυγατέρες ἢ παῖδες ὥραν ἔχοντες ἑάλωσαν, τούτοις ἐπέστησε δύο Ρωμαίων σωφρονεστά- τους ἐκ τῶν πρεσβυτέρων, οἳ θεραπευτῆρες καὶ χορηγίαν ἔνεμον τοῖς αἰχμαλώτοις κατὰ τὴν ἀξίαν αὐτῶν. Σκι- πίωνος ἡ σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας καὶ συμμάχους ἑκούσας ἐποίησεν. Σκιπίων Σόφακα τὸν Μασαισυλίων βασιλέα σύμ- μαχον ποιησάμενος διέβαλεν εἰς Σικελίαν. Ἀσδρούβας θυγατέρα παρθένον ἔχων, θαυμαστὴν τὸ κάλλος, ἐκ- δωώσειν ὑπέσχετο τῷ Σόφακι τῆς Ρωμαίων συμμαχίας ἀποστάντι. ὁ δὲ γήμας τὴν κόρην προσέθετο Καρχη- δονίοις καὶ παραχρῆμα ἐπέστειλε Σκιπίωνι ἀπαγορεύων ἐπιβῆναι Λιβύης. Σκιπίων εἰδώς Ῥωμαίους ἐπὶ τῇ Σόφακος συμμαχίᾳ μέγα φρονοῦντας, εἰ δὲ μάθοιεν προστεθειμένον τοῖς πολεμίοις οὐκ ἂν τολμήσαντας εἰς Λιβύην διαβαίνειν, ἐκκλησίαν αὐτῶν συναγαγών ἐς τοὐναντίον μετεποίησε τὰ γράμματα τοῦ Σόφακος ὡς καλοῦντος Ῥωμαίους ἐπὶ τὴν Λιβύην καὶ ὡς θαυμά- ζοντος, ὅτι καὶ νῦν βραδύνοιεν, καὶ ὡς δέον μὴ ἐκλύειν αὐτοῦ τὴν ἀκμὴν τῆς συμμαχίας. τοιαῦτα εἰπὼν ὁρμὴν καὶ θάρσος τοῖς Ῥωμαίοις ἐνεποίησεν· οἱ δὲ εὐθὺς ἡμέραν ᾔτησαν, καθʼ ἣν διαπλεῦσαι προσήκοι. Σκιπίων κατασκόπους Καρχηδονίων τρεῖς συλ- ληφθέντας, νόμου Ρωμαίων κελεύοντος πολεμίων κατασκόπους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησε, προσ- έταξε δʼ αὐτοῖς περιελθεῖν τὴν στρατιὰν ἅπασαν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκοντίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ ὅπλα ἐπι- σκευάζοντας. τοὺς δὲ ξίφη ἀκονῶντας πάλιν ἤχθησαν ἐπὶ τὸν Σκιπίωνα. ὁ δὲ δοὺς ἄριστον αὐτοῖς ῾ἀπαγ- γείλατε᾿ ,εἶπεν, ἃ τεθέασθε πρὸς τὸν πέμψαντα ὑμᾶς᾿ . οἱ δὲ ἐπανελθόντες τῷ τε Ἀννίβᾳ καὶ τοῖς ἄλλοις Καρχηδονίοις ταῦτα ἀπαγγείλαντες ἐξέπληξαν αὐτοὺς καὶ τῇ Ῥωμαίων παρασκευῇ καὶ τῇ Σκιπίωνος μεγα- λοψυχίᾳ.