Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 17. ΠΟΡΚIOΣ.
Not analysed yet
Πόρκιος Κάτων ἐνέβαλεν εἰς τὴν Ἱβήρων· ἐκ δὲ τῶν πόλεων ἁπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντας αὐτῷ τε καὶ Ῥωμαίοις. ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκε κελεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπαν- ῆλθον, ἀνέγνωσαν τὰ γεγραμμένα κατασκάψατε τὰ τείχη σήμερονʼ. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμψασθαι, φοβούμενοι δὲ ἕκαστοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, οὕτως ὁμοῦ πάντες Ἴβηρες τὰ τείχη κατέσκαψαν ἡμέρᾳ μιᾷ.