Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 17. ΗΡΑΚΛΕΙΔΗΣ.
Not analysed yet
Δημήτριος Ἡρακλείδην φύλακα τῶν Ἀθηνῶν συν- τάξας αὐτὸς μὲν ἦν περὶ τὴν Λυδίαν. οἱ δὲ στρατη- γοὶ τῶν Ἀθηναίων ἐν ἀπορρήτῳ βουλευσάμενοι τὸν ξεναγὸν Ἱεροκλέα, Κᾶρα τῷ γένει, ἔπεισαν νυκτὸς ἀνοῖξαι τὰς πύλας καὶ δέξασθαι στρατιώτας Ἀττικοὺς, οἱ κτενοῦσιν Ηρακλείδην. ταῦτα μὲν δὴ συνέθεντο παρὰ τὸν λισσὸν, οὐ τὸν καθαρμὸν τελοῦσι τοῖς ἐλάττοσι μυστηρίοις, Ἱππάρχου καὶ Μνησιδήμου στρα- τηγῶν ὅρκια δόντων καὶ λαβόντων. Ἱεροκλῆς δὲ πιστὸς Ἡρακλείδῃ γενόμενος ἐμήνυσε τὴν πρᾶξιν. ὁ δὲ συνέ- πραττε νύκτωρ αὐτοὺς εἰσδέξασθαι ἀνοίξαντές τι μέρος [τῶν] πυλῶν. καὶ δὴ νυκτὸς εἰσεδέξαντο τετρακοσίους καὶ εἴκοσι ἄνδρας, ὧν ἡγοῦντο Μνησίδημος, Πολυ- κλῆς, Καλλισθένης, Θεόπομπος, Σάτυρος, Ὀνητορίδης, Σθενοκράτης, Πυθίων· Ἡρακλείδης δὲ στρατιώτας δισχιλίους ὡπλισμένους ἐπαφῆκεν, οἴ πάντας αὐτοὺς εἰσελθόντας ἔφόνευσαν. [ΡΑΚΛΕΙΔΗΣ ΤΑΡΑΝΤΙΝΟΣ.] Ἡρακλείδης Ταραντῖνος ἀρχιτέκτων ὑπέσχετο Φι- λίππῳ, τῷ πατρὶ Περσέως, μόνος καταπρήσειν τὸ Ῥο- δίων ναυτικόν. καὶ δὴ τότε στρατηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα αἰκίας ἔχων καὶ βωμῷ προσέφυγεν ἱκετηρίας λαβῶν καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος· ὥστε καὶ ἧσαν τῶν Μακεδόνων, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων ἱκέτης ἦλθον προ- πηλακιζόμενος διʼ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἴνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς Φιλίππου δεικνύω γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν᾿. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρα- κλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὡφέλιμον κατὰ Φιλίππου γενέσθαι, ὁ δὲ νύκτωρ πνεῦμα ἐπί- φορον παραφυλάξας τὰ νεώρια Ῥοδίων κατέπρησεν. τρισκαίδεκα νεώσοικοι διεφθάρησαν καὶ ὅσαι τριήρεις ἐν αὐτοῖς· ὁ δὲ πῦρ ἐμβαλὼν παραχρῆμα σκάφους ἐπι- βὰς ἀνήχθη, καὶ διαβαλὼν ἐς Μακεδονίαν ἦν παρὰ Φιλίππῳ κορυφαῖος τῶν φίλων Ἡρακλείδης.