Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 18. ΑΓΑΘΟΣΤΡΑΤΟΣ.
Not analysed yet
Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφε- σον ἦσαν· Χρεμωνίδης Πτολεμαίου ναύαρχος ἀνήχθη ναυμαχήσων. Ἀγαθόστρατος Ροδίους ἐξῆγε ἐπὶ μίαν ναῦν καὶ φανερός γενόμενος τοῖς ἐπιπλέουσι μετέ- στρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχών βραχὺν ἀνε- χῶώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες εἰς λιμένα ἐπανήεσαν· Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπʼ ἀμφοτέρων τῶν κεράτων ἐπέ- πλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφρο- δίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσῶν ἐνίκησεν.