Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 18. ΑΡΜΟΣΤΗΣ.
Not analysed yet
Αρμοστὴς Λακεδαιμόνιος ὑπὸ Ἀθηναίων ἐπολιορ- κεῖτο δυοῖν ἔτι λοιπὸν ἡμερῶν ἔνδον ἔχων τροφάς. κῆρυξ ἡκε Σπαρτιάτης· οὐ συνεχώρουν Ἀθηναῖοι βα- δίζειν ἔσω τείχους, ἀλλὰ πρὸ τοῦ τείχους λέγειν ἅ βούλοιτο πάντων ἀκουόντων. ὁ κήρυξ, θαρρεῖν ,ἔφη, κελεύουσί σε Λακεδαιμόνιοι καὶ προσδέχεσθαι βοήθειαν διὰ τάχουςʼ· ὁ δὲ ἁρμοστὴς μὴ πάνυʼ, ἔφη, σπεύσητε βοηθοῦντες· τροφὰς γὰρ ἔχω πέντε μηνῶν ἔτι᾿. Αθηναῖοι, καὶ γὰρ χειμῶν προσῄει, [πρὸς] μακρὰν καὶ χειμερινὴν πολιορκίαν ἀπαγορεύσαντες καὶ δὴ διαλύσαντες τὸ στρατόπεδον χοντο.