Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 19. ΘΙΒΡΩΝ.
Not analysed yet
Θθίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρού- ραρχον ἓπεισεν ἐπὶ συνθήκας προελθεῖν ὀμόσας, εἰ μὴ συντίθοιντο, πάλιν αὐτὸν ἐς τὸ φρούριον κατα- στήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινῶώνησεν· οἱ δὲ τοῦ φρουρίου φύλακες διαλύσεως ἐλπίδι ῥᾳθυμό- τερον εἶχον. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θθιβρῶώνειοι κατα κράτος αἱροῦσι τὸ χωρίον. Θίβρων δὲ τὸν φρούραρχον ἐς τὸ χωρίον ἀγαγῶών πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν αὐτὸν ἔνδον ἀναιρεθῆναι.