Ancient Greek · ~2 min
18. ΔΑΥNΟΣ. to 19. TITΟΣ.
Polyaenus, Strategemata 18. ΔΑΥNΟΣ.-19. TITΟΣ.
Not analysed yet
Δαῦνος Διομήδους ἐν Ἰταλίᾳ τελευτήσαντος ἐπι- τάφιον ἀγῶνα ποιῶν πρώτῃ μὲν ἡμέρᾳ τῶν Ἑλλήνων ὡπλισμένων πομπὴν ἔπεμψε, δευτέρᾳ δὲ τῶν βαρβά- ρων· καὶ δὴ συνέταξε τοῖς βαρβάροις χρήσασθαι παρὰ τῶν Ἑλλήνων τὰ ὅπλα. οἱ δὲ χρήσαντες ὑπὸ τῶν βαρβάρων τοῖς ἰδίοις ὅπλοις ἀπώλοντο. Τίτον αἰχμάλωτον λαβὼν Κλεώνυμος λύτρα ἐπράτ- τετο δύο πόλεις, Επίδαμνον καὶ Ἀπολλωνίαν· ὁ τοῦ Τίτου πατὴρ οὐκ ἔδωκεν, ἀλλὰ σώζειν αὐτὸν ἐκέλευσε. Τίτος εἴδωλον αὐτοῦ κατασκευάσας καθεύδοντος ἐν τῷ οἴκῳ κατέθηκε καὶ αὐτὸς μὲν ἐπιβὰς ἀκατίου λαθὼν ἔφυγεν, οἱ δὲ φύλακες τὸ εἴδωλον ἐφύλαττον.