Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 18.(17.) ΦΙΛΙΠΠΟΣ ΔΗΜΗΤΡΙΟΥ.
Not analysed yet
Φίλιππος Ῥοδίων πόλιν ἐν τῇ Περαίᾳ Πρινασσὸν ἐπολιόρκει· τῶν δὲ τειχῶν καρτερῶν ὄντων ἐπεχείρη- σεν ὑπορύττειν. πέτρας δὲ στερεωτάτης ἐν τῇ διώ- ρυχι φανείσης καὶ τοῖς μεταλλευτικοῖς ὀργάνοις μηδα- μῶς εἰκούσης ἐκέλευσε Φίλιππος μεθʼ ἡμέραν μὲν ἐπὶ τὴν διωρυχὴν καταβαίνειν ὡς ἐργαζομένους δὴ καὶ προκαλύμματα ὑπερέτεινεν ὡς βουλόμενος λανθάνειν· τὰ δὲ ἦν ἄρα φανερὰ τοῖς πολεμίοις ἀπὸ τῶν τειχῶν ὁρῶσι. νύκτωρ δὲ ἐκέλευσε τοὺς στρατιώτας ἀπὸ σταδίων ὀκτὼ ἢ δέκα ἔκ τινος βαθείας φάραγγος ἀνα- κομίζοντας χοῦν μεταβάλλειν πρὸ τοῦ στόματος τῶν ὀρυγμάτων· ἐπεὶ δὲ πόλις χοῦς ἐγήγερτο σωρηδὸν, μεθʼ ἡμέραν οἱ ἀπὸ τῶν τειχῶν ἰδόντες τοῦτο, ἐκεῖνο ἐπίστευσαν, ὡς ἡ πόλις κάτωθεν ὑπορώρυκται. οὗτος ὁ φόβος ἔπεισεν αὐτοὺς παραδοῦναι Φιλίππῳ τὴν πόλιν. ὕστερον δὲ τὴν ἀπάτην μαθόντες πολλὰ τὴν αὐτῶν ἄνοιαν κατωδύραντο. Φίλιππος Δημητρίου πολεμῶν Ἀττάλῳ βασιλεῖ καὶ Ῥοδίοις ἀποδρᾶναι κατὰ θάλατταν βουλευσάμενος αὐτόμολον Αἰγύπτιον ἔπεμψεν, ὅς ἤγγειλε τοῖς πολε- μίοις ὅτι παρασκευάζοιτο διαναυμαχεῖν τῆς ὑστεραίας· καὶ διὰ νυκτὸς πυρὰ πολλὰ ἔκαυσεν ὡς τῆς στρατιᾶς μενούσης. τῶν δὲ ἀμφὶ τὸν Ἄτταλον τὰ πρὸς τὴν ναυμαχίαν παρασκευαζομένων καὶ τὴν κατὰ τὸν ἔκπλουν φυλακὴν διαλυσάντων Φίλιππος λαθῶν ἀπέπλευσεν.