Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 17. ΑΝΤΙΟΧΟΣ ΙΕΡΑΞ.
Not analysed yet
Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν εἰς τὴν Μέσην τῶν ποταμῶν, ὅθεν καὶ τοὺς μὲν Ἀρ- μενίων ὅρους διελθόντα φίλος ὥν Ἀρσάμης ὑπεδέξατο. στρατηγοὶ Σελεύκου Ἀχαιὸς καὶ Ἀνδρόμαχος μετὰ πολλῆς δυνάμεως ἐδίωκον. πολλὴ μὲν αὐτῶν ἐγένετο ἡ παράταξις. τέλος [δὲ] τρωθεὶς Ἀντίοχος ὑποφεύγει ἐς τὴν ὑπερκειμένην ὑπώρειαν τῆς στρατιᾶς ἐν ὁμαλεῖ στρατοπεδευούσης ὑπὸ ταῖς λαγόσι τοῦ ὅρους· φήμην διέδωκεν, ὡς Ἀντίοχος ἐν τῇ μάχῃ πεπτώκοι. τῆς δὲ στρατιᾶς οὐκ ὀλίγον μέρος νύκτωρ ἐκέλευσε καταλαβέ- σθαι τὰς ὑπωρείας. μεθʼ ἡμέραν πρεσβευτὰς ἔπεμψαν οἱ Ἀντιόχου στρατιῶται, Φλέταιρον ἡγεμόνα Κρῆτα, Διονύσιον Αυσιμαχέα, ὑπόσπονδον Ἀντιόχου τὸ σῶμα αἰτούμενοι καὶ σφᾶς αὐτοὺς καὶ τὰ ὅπλα παραδιδόντες. Ἀνδρόμαχος οὐδέπω μὲν ἔφη τὸ Ἀντιόχου σῶμα εὑρῆ- σθαι, ζητεῖσθαι δὲ πεπτωκὸς [ἢ] εἴσω ἐν τοῖς δεσμίοις πέμψειν δὲ τοὺς παραληψομένους τά τε ὅπλα καὶ τοὺς στρατιώτας. ἧκον ἄνδρες τετρακισχίλιοι οὐ πρὸς μάχην ἐσκευασμένοι, ἀλλὰ πρὸς παράληψιν αἰχμαλώτων ἐσταλ- μένοι. ἐπεὶ δὲ ὑπὸ ταῖς λαγόσι τοῦ ὅρους ἐγένοντο, οἱ τὰς ὑπωρείας προκαταλαβόντες ἄνωθεν ἐπιχυθέντες πολὺν αὐτῶν φόνον εἰργάσαντο. Ἀντίοχος δὲ σχῆμα τὸ βασίλειον ἀναλαωών ἐπεφάνη δείξας αὐτὸν καὶ ζῶντα καὶ νικῶντα.