Ancient Greek · ~2 min
20. ΔHMAPATΟΣ. to 21. ΗΡΙΠΠΙΔΑΣ.
Polyaenus, Strategemata 20. ΔHMAPATΟΣ.-21. ΗΡΙΠΠΙΔΑΣ.
Not analysed yet
Δημάρατος ἐπιστέλλων Σπαρτιάταις περὶ τῆς Ξέρξου στρατείας ἐς πτύχα ἀκήρωτον τὴν ἐπιστολὴν γράψας ἐπεκήρωσεν, ἴνα ὡς ἄγραφος διὰ τῶν φυλά- κων κομισθῇ. Ηριπίδας ἀφικόμενος εἰς ράκλειαν τὴν Τρα- χινίαν, συναγαγών ἐκκλησίαν, περιστήσας τοὺς ὁπλίτας ἐκήρυξε τοὺς Τραχινίους καθίσαι χωρίς. οἱ μὲν ἐκά- θισαν· ὁ δὲ ἐκέλευσεν αὐτοὺς, περὶ ὧν ἀδικοῦσι, Λακεδαιμονίοις κρίσιν ὑποσχεῖν, ὡς νόμιμόν ἐστιν ἐν τῇ Σπαρτιάτιδι, δεθέντας. ἐπεὶ δὲ ὑπὸ τῶν ὁπλιτῶν δεθέντες ἔξω πυλῶν ἥχθησαν, καὶ δὴ πάντες ἀνῃ- ρέθησαν.