Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 23. ΜΑΥΣΩΛΟΣ
Not analysed yet
Μαύσωλος βασιλεὺς Καρίας χρήματα παρὰ τῶν φίλων ἐβούλετο λαβεῖν καὶ φανερῶς αἰτεῖν ὀκνῶν υπεκρίνατο βασιλεὺς ἀφαιρεῖταί με τὴν ἀρχήν᾿. καὶ καλέσας τοὺς φίλους ἀντίον αὐτῶν προκομίζει τὰ κει- μήλια, χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα τοιάδε, ὡς ταῦτα πάντα βασιλεῖ πέμψων, ἐφʼ ᾧ τε μὴ ἀφαιρεθῆναι τὴν πατρῴαν ἀρχήν. οἱ φίλοι πιστεύουσι Μαυσώλῳ ταῦτα λέγοντι καὶ αὐτῆς ἡμέρας πλῆθος ἀμήχανον αὐτῷ χρημάτων ἔπεμψαν. Μαύσωλος βουλόμενος λαβεῖν Λάτμον πόλιν ὀχυρὰν προσεποιεῖτο φιλικῶς ἔχειν πρὸς τοὺς Λατμίους. ἀπέ- δωκε μὲν αὐτοῖς τὰ ὅμηρα, ὅσα πολεμῶν Ἰδριεὺς ἔλαβε, φύλακας δὲ περὶ τὸ σῶμα Λατμίους εἶχεν ὡς μόνους πιστούς· ὑπηρέτει δὴ αὐτοῖς προθύμως ὅσα ἐβούλοντο. καὶ δη χειρωσάμενος αὐτοὺς ἐς ἀκρότατον εὐνοίας ᾔτησε παρʼ αὐτῶν ἄνδρας τριακοσίους φύλακας, ἐς Πύγελα παριὼν ὡς δεδιὼς Ἡρόφυτον Ἡφέσιον. οἱ δὲ παραχρῆμα ἐπιλέξαντες τοὺς τριακοσίους ἔπεμψαν. Μαύσωλος λαβὼν τούτους καὶ τὴν ἄλλην δύναμιν ἔχων παρὰ τὴν Λάτμον ἐπορεύετο βαδίζων ἐς τὰ Πύ- γελα. οἱ δὲ ἐκ τῆς πόλεως πάντες ἐξελθόντες ἐπὶ τὴν θέαν τῆς παριούσης δυνάμεως [συνέδραμον]. ἐνέδρα δὲ Μαυσωώλου πολυάνθρωπος προπαρεσκευασμένη νύ- κτωρ προκατελάβετο τὴν πόλιν κενὴν, ἀνεῳγμένων τῶν πυλῶν, καὶ ὁ Μαύσωλος ἐπιστρέψας εἰσῆλθε μετὰ τῆς δυνάμεως ἁπάσης καὶ Λάτμου κύριος κατέστη.