Ancient Greek · ~3 min
24. BΟΓHΣ. to 25. ΔΡΟΜΙΧΑΙΤΗΣ.
Polyaenus, Strategemata 24. BΟΓHΣ.-25. ΔΡΟΜΙΧΑΙΤΗΣ.
Not analysed yet
Βόγης Ἠϊόνος τῆς ἐπὶ Στρυμόνος ἦρχε δόντος αὐτῷ τὴν ἀρχὴν μεγάλου βασιλέως. Ἕλληνες ἐπο- λιόρκουν τὴν Ἠϊόνα, ὁ δὲ Βόγης ἐπὶ μακρὸν ἀντέσχε τῇ πολιορκίᾳ. ὡς δὲ ἀπηγόρευεν, οὐχ ὑπομένων τὸ πιστευθὲν ἐκ βασιλέως χωρίον πολεμίοις προέσθαι τῇ πόλει πῦρ ἐνῆκεν, ὥστε αὐτός τε καὶ γυνὴ καὶ τέκνα καὶ ἡ πόλις ὁμοῦ συγκατεφλέγησαν. Δρομιχαίτης ξρᾳκῶν βασιλεῖς, Λυσίμαχος Μα- κεδόνων. ἐστράτευσεν ὁ Μακεδὼν ἐπὶ τὴν Θρᾴκην. ὁ Θρᾷξ τὸν Μακεδόνα ἐξηπάτησε. στρατηγὸς αὐτοῦ Σεύθης αὐτόμολος δὴ πρὸς Λυσίμαχον ἥκειν ἐσκήψατο καὶ πιστὸς εἶναι δόξας ἐς δυσχωρίας ἐμβάλλει τούς Μακεδόνας, ἔνθα λιμῷ καὶ δίψει κακοπαθοῦντας Δρο- μιχαίτης προσπεσὼν αὐτόν τε Λυσίμαχον καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀνεῖλεν. ἦσαν οἱ πεσόντες Λυσιμαχειοι ἀνδρῶν μυριάδες δέκα.