Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
Polyaenus, Strategemata 25. ΧΑΛΚΗΔΟΝΙΟΙ.
Not analysed yet
Χαλκηδόνιοι Βυζαντίοις πολεμοῦντες ἀνοχὰς [ἓξ] ἡμερῶν συνθέμενοι προεχειρίσαντο ἄνδρας ἑκάτεροι δέκα περὶ τῆς εἰρήνης βουλευσομένους. τρισὶν ἡμέραις ἐβουλεύσαντο, τὴν τετάρτην παραλείψειν ἔφασαν οἱ Χαλκηδόνιοι διά τινας ἀσχολίας ἀναγκαίας. συγχωρη- σάντων Βυζαντίων, οἱ δὲ νύκτωρ πληρώσαντες τὰς ναῦς ἄφνω προσέπεσον μὴ προσδοκῶσι Βυζαντίοις πόλεμον διὰ τὸ λοιπὰς τῶν ὅλων εἶναι ἡμέρας δύο.