Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
Polyaenus, Strategemata 27. ΛΑΚΕΔΑΙΜΟΝΙΟΙ.
Not analysed yet
Ὅτι Ἀθηναίων καὶ Λακεδαιμονίων ἐν τῇ Ἀσίᾳ νῆες ἀνθ- ώρμουν ἐν τοῖς ὅρμοις ὑπʼ ἀλλήλων ὁρώμεναι· κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἀναχθεῖσαι πάλιν ἀπέπλεον καὶ τὰ πληρώματα ἐξεβίβαζον. τοῦτο ἐπὶ συχνὰς ἡμέρας ἔδρων παραφυλάττοντες ἀλλήλους. ὁ Λάκων ἀσελήνῳ νυκτὶ τὰ πληρώματα μετὰ σιγῆς προσέταξεν εἰσαγαγεῖν, ἐπεὶ δὲ ἦν ἡμέρα, φανερῶς ἐνεβίβασεν τοὺς πελταστὰς καὶ τὴν ἡσυχίαν εἶχεν ἐν ταῖς ναυσίν. οἱ Ἀθη- ναῖοι τοῦτο ἰδόντες καὶ αὐτοὶ ὁμοίως ἐποίουν. ἦν ἀρίστου ὥρα. οἱ Λάκωνες ἐξεβίβασαν τοὺς πελταστὰς καὶ σίτου φροντὶς ἦν αὐτοῖς· ὁμοίως καὶ οἱ Ἀθηναῖοι τοὺς πελταστὰς ἐξεβίβασαν καὶ περὶ ἄριστον ἐπονοῦντο. ἐν τούτῳ τῷ καιρῷ τὰ πληρώ- ματα τῶν Λακωνικῶν νεῶν ἀντικαθιστάμενα ἐπέπλευσαν ταῖς Ἀθηναίαις ναυσὶ κεναῖς οὔσαις καὶ τὰς πλείστας αὐτῶν συνε- τριψαν τῶν ἀνδρῶν ἀριστοποιουμένων. Ὅτι καὶ Φιγαλεῖς πολιορκούμενοι πέμψαντες κήρυκα ἐξε- καλοῦντο Ἀργείους πρὸς συμμαχίαν. ὃν κρατήσαντες οἱ Λά- κωνες Ἀργείων σχῆμα μεταμφιασάμενοι ἐφέροντο ὡς ἀπὸ τῆς ἐξ Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπεδέξαντο.