Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 27. ΑΥΤΟΦΡΑΔΑΤΗΣ.
Not analysed yet
Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσ- ήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νὺξ ἐπῆλθεν. οἱ μὲν φυ- λάττοντες τῶν Πισιδῶν ἀπηλλάγησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτάτους λαβὼν, πολλῇ σπουδῇ δρα- μὼν διῆλθε τὰ στενὰ καὶ τῶν Πισιδῶν χώραν ἐπόρ- θησεν. Αὐτοφραδάτης Ἐφεσίων ἀντιστρατοπεδευόντων ὁρῶν τοὺς πλείονας ἀδολεσχοῦντας καὶ περιπατοῦντας προὐκαλέσατο τοὺς ἄρχοντας αὐτῶν προελθεῖν καὶ διαλέξασθαι περὶ τῶν κοινῇ συμφερόντων. οἱ μὲν προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν πρὸ πολλοῦ παράγγελμα εἶχον, τῶν ἀρχόντων διαλεγομένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφε- σίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν. Αὐτοφραδάτης μισθοφόρους ἐξαγαγεῖν βουλόμενος ἐπὶ μάχην λογοποιοὺς καθῆκεν, ὡς ἕνεκα ἀριθμοῦ ποιοῖτο τὴν ἔξοδον, ἵνα τῶν μὴ παραγενομένων μηδὲ καθοπλισαμένων τὸν μισθὸν ἀποστερήσειεν. οἱ στρα- τιῶται σπουδῇ πάντες ἐξωπλίσαντο καὶ προῆλθον. ἦν δὲ ἄρα οὐκ ἐπίδειξις ἀριθμοῦ τὸ δρώμενον, ἀλλὰ παρασκευὴ πολέμου τῷ πλήθει τοὺς ἐναντίους ἐκπλήτ- τοθσα.