Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 28. ΑΡΣΑΜΗΣ.
Not analysed yet
Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρὸς αὐτὸν πρεσβευσαμένων περὶ διαλύσεως ὡμολόγησε καὶ δεξιὰν αὐτοῖς ἔπεμψε νόμῳ Περσικῷ καὶ τὴν πολιορ- κίαν διαλύσας παρεκάλει Βαρκαίους, βασιλεῖ κοινωνῆσαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βουλευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσά- μης λαμπρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις ἐπι- τηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόν- των σημεῖον ἦρε τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόμενοι τὰς πύλας καὶ εἰσπεσόντες διήρπασαν τὴν πόλιν τοὺς ἐγχειροῦντας κωλύειν φονεύοντες. Ἀρσάμης ἀποστὰς βασιλέως, Φρυγίας τῆς μεγάλης κρατῶν ,συμβαλεῖν μάχην ἔμελλε τοῖς ἐκ βασιλέως ἐπʼ αὐτὸν ἥκουσιν. Ἵππαρχος ἱππέων συνέθετο τοῖς πολεμίοις, ἐπειδὰν προσαγάγῃ ,αὐτομολήσειν πρὸς αὐτούς. τὴν προδοσίαν ἔμαθεν Ἀρσάμης καὶ νύκτωρ ἐπὶ τὴν σκηνὴν ἀφικόμενος ἐβασάνισε τὸν ἵππαρχον. ἐπεὶ δὲ ὡμολόγησε, τὰ ὅπλα τῶν ἱππέων καὶ τὰς ἐσθῆ- τας περιέθηκεν ἄλλοις μάλιστα δὴ πιστοῖς καὶ τῇ τοῦ ἱππάρχου σκευῇ ἄλλον ὥπλισεν ἵππαρχον καὶ προσέ- ταξεν αὐτοῖς, ὅταν ἴδωσι τὸ σημεῖον ἀρθὲν ἀπὸ τῶν ἐναντίων αὐτομολεῖν παριππεύσαντας δὲ καὶ παραλ- λάξαντας αὐτῶν τὴν φάλαγγα ἐπιστρέψαντας κατὰ νώτου τὴν ἐμβολὴν ποιήσασθαι. τούτων οὕτω συγκει- μένων κατὰ νώτου μὲν ἐνέβαλον οὗτοι, ἐξ ἐναντίου δὲ τὴν δύναμιν Ἀρσάμης προσήγαγεν· οἱ πολέμιοι δὲ λύσαντες τὴν τάξιν ἔφευγον, καὶ οἱ πλείονες αὐτῶν ἐν τῇ φυγῇ διεφθείροντο.