Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 28. MΑΓΑΣ.
Not analysed yet
Μάγας ἀπὸ Κυρήνης ἐκστρατεύων κατέλειπε μὲν καὶ τῶν φίλων τοὺς φρουρήσοντας τὴν πόλιν, ὄργανα δὲ καὶ βέλη καὶ μηχανήματα κατέκλειεν εἴσω τῆς ἄκρας, ἀφῄρει δὲ καὶ τῶν τειχῶν τὰς ἐπάλξεις, ὅπως εἴ τινες νεωτερίσειαν, ἀνεῳγυῖαν ἔχοι τὴν διὰ τῶν πυλῶν εἴσοδον. Μάγας Παραιτῶώνιον κατασχών συνέταξε τοῖς φρυκτωροῖς πυρσὸν φίλιον αἴρειν ἔσπέρας καὶ πάλιν βαθέος ὄρθρου τὸν αὐτόν. τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χῶώρας ἄχρι τοῖ Χῖ καλουμένου.