Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 29. ΚΛΕΩΝΥΜΟΣ.
Not analysed yet
Κλεώνυμος, Λακεδαιμονίων βασιλεὺς, Τροιζῆνα πολιορκῶν κατὰ πολλὰ μέρη τῆς πόλεως ὀξυβελεῖς περιστήσας ἐκέλευσεν ἀφιέναι τοῖς βέλεσιν ἐπιγράψας ‘ἥκω τὴν πόλιν ἐλευθερῶώσωνʹ. ἔχων δὲ καὶ Τροιζη- νίους αίχμαλῶώτους ἀφῆκεν ἄνευ λύτρων. οἱ μὲν αἰχμάλωτοι εἴσω παρελθόντες εὐηγγελλίζοντο. Εὐδα- μίδας δὲ, στρατηγὸς Κρατεροῦ, φυλάττων τὴν πόλιν τοῖς νεωτερίζουσι παρετάττετο. καὶ δὴ τῶν ἔνδον ἀλλήλοις μαχομένων Κλεώνυμος προσθεὶς κλίμακας ἐξεῖλε τὴν πόλιν καὶ διήρπασε καὶ Σπαρτιάτην ἁρμο- στὴν μετὰ φρουρᾶς ἐπέστησεν. Κλεώνυμος Ἔδεσσαν πολιορκῶν, τοῦ τείχους πε- σόντος, τῶν πολεμίων ἐπελθόντων σαρισοφόρων -ἑκάστη σάρισα πηχῶν ἦν ἑκκαίδεχα —ἐπύκνωσε τὴν αὐτοῦ φάλαγγα ἐς βάθος· τοὺς δὲ πρωτοστάτας καὶ τοὺς τούτων ἐπιστάτας ἄνευ δοράτων ἔταξε παραγγεί- λας, ἄν συμμίξωσιν οἱ σαρισοφόροι, διαλαβεῖν ἀμφο- τέραις ταῖς χερσὶ τὴν σάρισαν καὶ κατέχειν, τοὺς δὲ ἑπομένους παρὰ πλευρὸν ἑκάστου παρελθόντας ἐνεργεῖν τὴν μάχην. οἱ μὲν ἐλάβοντο τῶν σαρισῶν (οἱ δὲ) ἀνθέλκοντες ,οἱ δὲ κατόπιν παρελθόντες ἀνεῖλον τοὺς σαρισοφόρους, καὶ ἄχρηστον ἠλέγχθη τὸ σαρίσης μέγεθος τῇ Κλεωνύμου δεινότητι.