Ancient Greek · ~3 min
29. ΔΙΟΚΛΗΣ. to 31. ΚΥΨΕΛΟΣ.
Polyaenus, Strategemata 29. ΔΙΟΚΛΗΣ.-31. ΚΥΨΕΛΟΣ.
Not analysed yet
Διοκλῆς, Ἀθηναίων στρατηγὸς, ἐν Τῄ πολεμίᾳ τῶν στρατιωτῶν ἀτάκτως διαλελυμένων, τὰ ὅπλα φέρειν οὐ βουλομένων σύνθημα ἔδωκεν ἕτερον ἐφʼ ἑτέρῳ. οἱ στρατιῶται νομίσαντες πλησίον εἶναι τοὺς πολεμίους, ἀναλαβόντες τὰ ὅπλα ἐν τάξει πάντες ἐβάδιζον. Χίλεος Ἀρκὰς ἐν Λακεδαίμονι διατρίβων, μαθὼν Σπαρτιάτας βεβουλευμένους τὸν Ἰσθμὸν τειχίζειν, Ἀθηναίους δὲ καὶ [τοὺς] ἔξω Πελοποννήσου προίεσθαι προεῖπεν ῾Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνῶν τα οἰκεῖα πρὸς τοὺς Πέρσας εὖ θεμένων πολλὰς διαβάσεις ἕξουσιν εἰς τὴν Πελοπόννησον οἱ βάρβαροι᾿. τούτῳ τῷ λόγῳ πεισθέντες οἱ Λάκωνες, τῷ Ἰσθμῷ μακρὰν χαίρειν εἰπόντες ἐκοινώνησαν τοῦ πολέμου πᾶσι τοῖς Ἕλλησιν. Κύψελος τοὺς ἐπιφανεστάτους τῶν Βακχιαδῶν θεωροὺς πέμψας εἰς Δελφοὺς ὡς περὶ τῆς κοινῆς Κο- ρινθίων σωτηρίας χρώμενος ἀπεῖπεν αὐτοῖς τῆς Κο- ρινθίας μηκέτι ἐπιβαίνειν· καὶ τοῦ λοιποῦ τὴν τυραν- νίδα κατέσχεν ἀσφαλῶς τοὺς εὐγενεστάτους ἐκβαλών.