Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 32. ΤΕΛΕΣΙΝΙΚΟΣ.
Not analysed yet
Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα- κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖ- στον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, κελήτιον πέμψας ἐς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κομίζειν. ὡς δὲ κεκομισμένην εἶδε, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατ- ἥλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθηναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστο- ποιοῦντο, ἄλλος ἄλλῃ διασπαρέντες· ὁ δὲ τῶν στρα- τιωτῶν ἑτοίμῃ τῇ ἀγορᾷ χρησαμένων ἀναχθεὶς αὐτίκα σὺν τοξόταις καὶ ἀκοντισταῖς ἐπὶ τῶν καταστρωμάτων πολλοῖς, προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀναγκα- ζομένοις ἀτάκτως καὶ μετὰ θορύβου ποιεῖσθαι τὴν ἔμβασιν ἀντιπρώροις ταῖς τριήρεσιν ἐμβαλῶν ἐνίκησε. Τελεσίνικος, ἀπὸ τῶν αὐτῶν σημείων ἀριστοποιου- μένων τῶν πολεμίων καὶ τὰ λοιπὰ πραττόντων ὁμοίως, προσέταξε τοὺς ἐν ταῖς ἄριστα πλεούσαις τριήρεσιν αὐτοὺς πρὸ ἡμέρας ἀριστήσαντας ἐμβάντας ἡσυχάζειν. ἐπεὶ δὲ καιρὸς ἀρίστου παρῆν, κατὰ τὸ ἔθος ἐσήμηνεν. οἱ μὲν οὖν ἐν τοῖς ἄλλοις σκάφεσιν ἠριστοποιοῦντο, [καὶ οἱ πολέμιοι τοῦτο] συνιδόντες πρὸς τῇ παρασκευῇ τῶν σιτίων ἦσαν. οἱ δὲ τῶν Συρακουσίων προεμβε- βηκότες, ἐπὶ τὰ καταστρώματα ἐπιβάντες, ἐπιπλεύσαντες πολλὰς διέφθειραν τριήρεις τῶν πολεμίων περὶ τὰς τροφὰς ἀσχολουμένων.