Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 4. ΠΕΛΟΠΙΔΑΣ.
Not analysed yet
Πελοπίδας ἐπολιόρκει πόλεις ἀπεχούσας ἀλλήλων ἑκατὸν εἴκοσι στάδια. πλησίον ὤν τῆς ἑτέρας συνέ- ταξεν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέ- ραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀκούσας ἀνέζευξεν ἐπὶ τὴν δοκοῦσαν ἡττᾶσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἄψας καπνὸν ἥγειρε μέγαν, ἴνα τοῖς ἑτέροις ἐμποιήσῃ φαντασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ, ῶὡς εἶδον, καταπλαγέντες τὴν μέλλουσαν ἄλωσιν σφᾶς αὐτοὺς τῷ Πελοπίδᾳ παρέδωκαν. ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσλαβών ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντι- τάξασθαι. οὕτως ἄρα τὴν μὲν εἰληφέναι δόξας, τὴν δὲ λαβὼν ἀμφοτέρων ἐκράτησεν. Πελοπίδας ἐν Θετταλίᾳ ποταμὸν διαβῆναι μὴ δυ- νάμενος ἐπικειμένων πολεμίων στρατοπεδεύσαχ τοῦ ποταμοῦ πρόσθεν χάρακα περιεβάλετο· πολλὴν ὕλην τεμῶν ἀναπαύσας τοὺς στρατιῶώτας νυκτὶ μέσῃ τὸν χάρακα κατέφλεξε. τοῦ δὲ πυρὸς ἐπὶ μέγα αἰρομένου πανταχόθεν οἱ μὲν πολέμιοι διώκειν ἐκωλύοντο, οἱ δὲ ἀμφὶ Πελοπίδαν ἀσφαλῶς τὸν ποταμὸν διῆλθον. Θήβας ἐφύλασσε φρουρὰ Λακωνικὴ, καὶ φρούραρ- χος ἐπὶ τῆς Καδμείας ἐτέτακτο. ἦν Ἀφροδίτης ἑορτή· αί μὲν γυναῖκες ἔπαιζον τῇ θεῷ· οἱ δὲ ἄνδρες ἀμφὶ ταύτας εἶχον. ἔδοξε τῷ φρουράρχῳ τιμῆσαι τὴν θεόν· ἐκάλεσεν ἑταίρας. ἔχων ξιφίδιον κρυπτὸν [Πελοπίδας] εἰσέρχεται καὶ τὸν φρούραρχον ἀνελῶν ἠλευθέρωσε τὰς Θήβας.