Ancient Greek · ~6 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 3. PΣMΥAOΣ.
Not analysed yet
Ῥωμύλος Ρωμαίων γυναῖκας οὐκ ἐχόντων ἐκή- ρυξεν ἀνὰ τὰς γείτονας πόλεις, ὡς ἑορτὴν ἄξοι δημο- τελῆ Ποσειδῶνος πίου καὶ ἀγῶνας ἵππων ἐπὶ ἄθλοις μεγίστοις. πολλοὶ δὴ συνῆλθον ἐκ τῶν πόλεων ἐπὶ τὴν θέαν· πᾶν γένος ἀνδρῶν, γυναικῶν, παρθένων. Ῥωμύλος παράγγελμα ἔδωκεν, ἀπέχεσθαι μὲν ἀνδρῶν καὶ γυναικῶν, ἁρπάζειν δὲ μόνας παρθένους καὶ ταύτας οὐκ ἐς ὕβριν, ἀλλʼ ἐς γάμον. οὐτος ὁ γάμος Ῥωμαίοις ἀρχὴ παιδοποιίας ἐγένετο. Ῥωμύλος τῆς Φιδηναίων πόλεως ἀποσχὼν δέκα που στάδια κατεστρατοπέδευσε. νύκτωρ δὲ τοῦ χάρα- κος ἐξαγαγῶών τὴν δύναμιν τοὺς ἡμίσεις τῶν λόχων εἰς μέτωπον καταστήσας, τοὺς δὲ λοιποὺς ὀρθίους ἐκτάξας καὶ τοῖς ἡγεμόσιν ἐν ἀπορρήτῳ παραγγείλας ἃ χρὴ πράττειν, αὐτὸς ὀλίγους ἔχων εὐζῶώνους πελέκεις φέροντας τοῖς τείχεσι προσῆλθεν κελεύσας τὴν ἄλλην δύναμιν ἐφεδρεύειν ἐγγύθεν. ἤδη δὲ ὑπαυγαζούσης ἔω προσέταξε τὰς πύλας ἐκκόπτειν. τῶν δὲ Φιδηναίων τῇ παραλόγῳ τόλμῃ ταραχθέντων καὶ τὰς πύλας ἀνοι- ξάντων καὶ τοῖς πολεμίοις ἐμπεσόντων ἀσυντάκτως Ῥωμαῖοι μὲν ὑπεχώρουν ,Φιδηναῖοι δὲ τοὺς κατὰ μέτωπον ὁρῶντες, τοὺς δὲ ὅπισθειν οὐ βλέποντες, τῶν ὁρωμένων καταφρονοῦντες ἐνέκειντο σφοδρῶς τούτων οἰόμενοι κρατήσειν. ἐπεὶ δὲ περαιτέρω προῆλθον, οἱ μὲν ἡγεμόνες τοὺς ὀρθίους λόχους ταῖς κατὰ μέτωπον ὑπέταξαν καὶ συγκαθίσαι παρήγγειλαν, ὅπως ὑπὸ τῶν πολεμίων μὴ βλέποιντο. τούτων δὲ γενομένων οἱ μὲν κατὰ μέτωπον φυγόντες περιῆλθον τοὺς ὀρθίους λόχους καὶ ἀντιπρόσωποι τοῖς διῶώκουσιν ἐγένοντο, οἱ δὲ συγκαθήμενοι διαναστάντες μετὰ βοῆς ἐμβάλλουσι τοῖς πολεμίοις ἀκμῆτες κεκμηκόσι. μετὰ τούτων δὲ συμβάλλουσι καὶ οἱ πεφευγέναι δοκοῦντες, καὶ Φιδη- ναίους ἐς φυγὴν τραπομένους ἀνελόντες τῆς πόλεως αὐτῶν ἐκράτησαν.