Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 4. NOΥMAΣ.
Not analysed yet
Νουμᾶς Ῥωμαίους ἐκ πολέμου καὶ φόνου βουλό- μενος μεταβαλεῖν ἐς εἰρήνην καὶ νόμους, ἀναχωρῶν τῆς πόλεως εἰς τέμενος ἱερὸν Νυμφῶν, ἐν τούτῳ μόνος διαιτῶώμενος ἐπὶ συχνὰς ἡμέρας ἐπανῄει παρὰ τῶν Νυμφῶν θεοπρόπια κομίζων, ἃ συνεβούλευεν ἡγεῖσθαι νόμους. τούτοις ἐπείθοντο Ῥωμαῖοι. ὅσαι μέχρι νῖν ἑορταὶ, θυσίαι, τελεταὶ, ἱερουργίαι, ταῦτα πάντα Νου- μᾶς οἷα δὴ νόμους Νυμφῶν κατεστήσατο. δοκεῖν δὲ ἐμοὶ ζηλωτὴς ἐγένετο Μίνω καὶ Λυκούργου· καὶ γὰρ οὐτοι τοὺς νόμους, ὁ μὲν παρὰ Διὸς, ὁ δὲ παρὰ Ἀπόλλωνος μαθόντες ἢ μαθεῖν φάσκοντες ἔπεισαν αὐτοῖς χρῆσθαι, ὁ μὲν Κρῆτας, ὁ δὲ Ἀάκωνας.