Ancient Greek · ~3 min
30. ΜΕΜΨΙΣ. to 32. ΣEΥΘΗΣ.
Polyaenus, Strategemata 30. ΜΕΜΨΙΣ.-32. ΣEΥΘΗΣ.
Not analysed yet
Μέμψις Ἀριββαίου στρατεύσαντος, ὅπως τειχήρης μὴ γένοιτο, πάντα ἔξω τείχους προήγαγεν καὶ πρὸ τῆς πόλεως ἔταξε γυναῖκας, τέκνα, χρήματα, τὰς δὲ πύλας τοῦ τείχους ἀπῳκοδόμησεν. Ἀριββαῖος τὴν παρασκευὴν τῆς ἀπονοίας αὐτῶν φοβηθεὶς καὶ ὅτι μέχρι θανάτου μαχοῦνται, τὴν στρατιὰν ἀπήγαγεν. Κερσοβλέπτης ἀποστάντων αὐτοῦ συγγενῶν πολλὰ post χρήματα ὑπεκτεθειμένων διαλυσάμενος πρὸς αὐτοὺς κατέστησε πόλεων ἄρχοντας, διαστήσας ἀπʼ ἀλλήλων. ἐπεὶ δὲ χρόνου διαγενομένου τὰ ὑπεκκείμενα χρήματα μετεπέμψαντο, συλλαβὼν αὐτοὺς τῶν πόλεων ἐξήλασε καὶ τῶν χρημάτων αὐτὸς ἐκράτησεν. Σεύθης, ὕπαρχος Κερσοβλέπτου, ἐν σπάνει χρη- post μάτων προσέταξε τῶν γεωργῶν ἑκάστῳ πέντε μεδίμνων χωρίον αὐτῷ κατασπεῖραι. οἱ μὲν κατέσπειραν, πολὺ πλῆθος γεωργῶν. σίτου δὲ παμπόλλου γενομένου, καταγαγὼν αὐτὸν ἐπὶ θάλατταν ἐπίπρασκεν ὑφέμενός τι τῆς τιμῆς, ὥστε ταχέως τῷ Κερσοβλέπτῃ πολλὰ χρήματα συνελέξατο.