Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 29. ΜΙΘΡΙΔΑΤΗΣ.
Not analysed yet
Μιθριδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- μην κτεῖνε ἢ ἄγε᾿. Μιθριδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως· οὐ μὴν ὅγε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανεῖται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο· φρούρια βασιλέως κατέσκαψε, κώμας κατέπρησε, φόρους ἥρπασε, λείαν ἤλασεν. ἔδειξεν ἄρα πολέμιος εἶναι βασιλεῖ. ἄμφω δὴ τότε συνηλθέτην γυμνὼ διαλεξομένω περὶ ὧν χρή. Μιθριδάτης ἐν τῷ χρίω τούτῳ προκατεσκευάσατο νύκτωρ ἐγχειρίδια πολλὰ, κεκρυμμένον ἄλλο ἀλλαχοῦ, καὶ τούτοις ἐπέ- κειτο σημεῖον. διαλεγόμενος δὴ προσῆγεν αὐτὸν ἠρέμα βαδίζων. ἐπεὶ δὲ ἅλις ἦν τοῦ λόγου, Δατάμης ἀσπα- σάμενος ἀπῄει. Μιθριδάτης ἓν τῶν ἐγχειριδίων ἀνε- λόμενος διὰ τάχους καὶ ὑπὸ τῇ ἀριστερᾷ χειρὶ κρύψας ἀνεκαλέσατο Δατάμην ὡς ἐπιλαθόμενος δή τινων ὧν ἐχρῆν εἰπεῖν· προσελθόντα δὲ ἐκεῖνο τὸ ὄρος ἐκέλευσεν ὀχυρῶσαι μάλιστα. οὕτως ἀφορῶντα Δατάμην ἐς τὸ ὄρος τῷ ἐγχειριδίῳ Μιθριδάτης πλήξας ἀπέκτεινεν. Μιθριδάτης ἐν Παφλαγονίᾳ καταφυγὼν ἐς πόλιν, ὅπως ἂν προλάβοι ὡς πλείστην ὁδὸν τοὺς διώξοντας πολεμίους, ὅσα ἦν ἐν ταῖς οἰκίαις ἔπιπλα καὶ σκεύη προὔθηκεν ἔξω, καὶ νύκτωρ αὐτὸς ἀπέδρα. οἱ διώκον- τες ἐμβαλόντες τῇ πόλει καὶ τὰ σκεύη προκείμενα ἰδόντες πρὸς ἁρπαγὴν ὥρμησαν· τῶν δὲ ἡγεμόνων διαώκειν κελευόντων οὐχ ὑπήκουσαν ὠ\φέλειαν φανερὰν οὐ καλὸν ἡγούμενοι προέσθαι. Μιθριδάτης δὲ πολὺ τῆς ὁδοῦ προλαβὼν ἀπιὼν ᾤχετο.