Ancient Greek · ~6 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 30. KAEAPΣΧΟΣ.
Not analysed yet
Κλέαρχος ρακλεώτης ἀκρόπολιν ἀναστῆσαι βου- λόμενος μισθοφόρους συνέταξε λεληθότως ἐξιέναι νυκτὸς, λωποδυτεῖν, ἁρπάζειν, ὑβρίζειν, τιτρῶώσκειν. ἀγανακτοῦντες οἱ πολῖται παρεκάλεσαν Κλέαρχον βοη- θεῖν· ὁ δὲ οὐκ ἄλλως ἔφη δυνατὸν εἶναι τὴν ἀπόνοιαν αὐτῶν κατασχεῖν, εἰ μή τις αὐτοὺς περιτειχίσειεν. συγχωρησάντων Ἡακλεωτῶν τόπον τῆς πόλεως περι- τειχίσας ἀκρόπολιν κατασκευάσας οὐκ ἐκείνους ἐκῶώ- λυσεν, ἀλλʼ αὐτῷ τὸ ἐξεῖναι πάντας ἀδικεῖν παρέσχεν. Κλέαρχος ρακλείας τύραννος ἐλογοποίησεν, ὡς ἀπαλλαγῆναι βουλόμενος μετὰ τῶν δορυφόρων καὶ τῇ βουλῇ τῶν τριακοσίων παραδοῦναι τὰ πράγματα. οἱ δὲ συνῆλθον ἐς τὸ βουλευτήριον ὡς ἐπαινεσόμενοι Κλέαρχον καὶ τὴν ἐλευθερίαν ἀποληψόμενοι· ὁ δὲ περιστήσας τῷ βουλευτηρίῳ στρατιῶώτας τῶν τριακοσίων ὑπὸ τοῦ κήρυκος ἀνακαλουμένων καθʼ ἕνα συλλαβῶν ἐκέλευσε πάντας ἄγειν ἐς τὴν ἀκρόπολιν. Κλέαρχος βουλόμενος πολλοὺς τῶν πολιτῶν ἀπο- κτεῖναι πρόφασιν οὐκ ἔχων κατέλεξε τοὺς ἀπὸ ἑκκαί- δεκα ἐτῶν μέχρι πέντε καὶ ἑξήκοντα ἐπὶ στρατείαν ἐν τοῖς κυνικοῖς καύμασιν ὡς πόλιν Ἀστακὸν πολιορ- κήσων. ἐπεὶ δὲ ἦκε τῆς Ἀστακοῦ πλησίον, τοὺς μὲν πολίτας ἐν ἐλῶώδει χωρίῳ καὶ νηνέμῳ καὶ μεστῷ στα- σίμων ὑδάτων ἐκέλευσε στρατοπεδεῦσαι παραγγείλας προσέχειν, μὴ Θρᾷκες ἐπιφανῶσιν ἐκ τῆς χῶώρας. αὐτὸς δὲ ωως κακοπαθήσων περὶ τὴν πολιορκίαν μετὰ τῶν ξένων ὑψηλὰ χωρία καὶ σύσκια, ὕδασιν ἐπιρρεόμενα καταλαβόμενος ἐστρατοπέδευσεν καὶ μέχρι τοσούτου τὴν πολιορκίαν παρέτεινεν, ἕως τοὺς πολίτας αὐτοῦ διέφθειρεν ὥρᾳ θέρους τὸ ἑλῶδες καὶ ἐπίνοσον τοῦ στρατοπέδου. ἐπεὶ δὲ διεφθάρησαν ἅπαντες, τότε μετὰ τῶν μισθοφόρων ἀνέζευξε λοιμῷ προσθεὶς τὴν αἰτίαν τῆς τῶν πολιτῶν τελευτῆς.