Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 35. NIΚΩΝ.
Not analysed yet
Νίκων πειρατὴς ἐκ Θερῶν τῶν ἐν Πελοποννήσῳ συνεχῶς ὁρμῶώμενος πολλὰ Μεσηνίους ἠδίκει. Ἀγέ- μαχος, Μεσηνίων στρατηγὸς, λοχήσας αὐτὸν καὶ ἑλών προήγαγεν ἐς ἐκκλησίαν τῶν Μεσηνίων βασανισθησό- μενον· ὁ δὲ ὑπέσχετο παραδῶώσειν αὐτοῖς τας ερας, εἰ σῶον αὐτὸν φυλάξειαν. πεισθέντων Μεσηνίων ἀσέληνον νύκτα παραφυλάξας τοὺς μὲν πολλοὺς ἐκέ- λευσεν ἀπὸ βραχέος διαστήματος ἕπεσθαι, ὀλίγους δὲ ἀκολουθεῖν αὐτῷ φορτία μεγάλα σίτου καλάμης ἀρα- μένους. προσελθών δὲ τῷ τείχει περὶ δευτέραν φυλα- κὴν ἀνεκάλεσε τοὺς φύλακας τὸ σύνθημα εἰπῶών. τῶν δὲ καὶ τὴν φωνὴν αὐτοῦ καὶ τὸ σύνθημα γνωρισάν- των καὶ ἀνοιξάντων τὰς πύλας, οἱ τὰ φορτία φέροντες, ταῦτα ῥίψαντες, τὰ ξίφη σπασάμενοι τοὺς ἐπὶ τῶν πυλῶν ἐφόνευσαν· οἱ δὲ κατόπιν ἑπόμενοι συνεισπεσόν- τες τῆς πόλεως ἐκράτησαν.