Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 36. ΔIOITAΣ.
Not analysed yet
Διοίτας, στρατηγὸς Ἀχαιῶν, τὴν Ἡροιέων πόλιν φανερῶς ἑλεῖν οὐ δυνάμενος ἀφανῶς εἷλε φθείρας μεγάλοις χρήμασι τῶν Ἡραιέων τινάς. οἳ φοιτῶντες ἐπὶ τὰς πύλας πολλάκις καὶ καθομιλοῦντες τοὺς πεπι- στευμένους τὰς κλεῖδας τῶν πυλῶν καὶ σῦν αὐτοῖς πίνοντες ἔλαθον ἀπομαξάμενοι τὰς βαλανάγρας καὶ τὰ ἐκμαγεῖα τῷ Διοίτᾳ διέπεμψαν. ὁ δὲ παραπλησίας καὶ ἴσας κλεῖδας ταῖς δημοσίαις κατασκευάσας ἀντέ- πεμψεν αὐτοῖς νύκτα συνθέενος, καθʼ ἥν οἱ μὲν ἀνέῳξαν τὰς πύλας, ὁ δὲ ιοίτας μετʼ ὀλίγων στρα- τιωτῶν εἰσῆλθεν. ἑνὶ μὲν τῷ στρατηγήματι τῶν βαλαναγρῶν παρέσχεν αὐτοῖς τὴν εἴσοδον· ἑτέρῳ δὲ εἰσελθών ἐχρήσατο. ἐπειδὴ γὰρ οἱ Ἡραιεῖς τοῦ γενο- μένου συνέντες ἐξεπήδησαν ,πολλοί τε ὄντες καὶ τῶν τῆς πόλεως τόπων ἔμπειροι, φοβηθεὶς αὐτοὺς Διοίτας τοὺς σαλπιγκτὰς ἐκέλευσε κατὰ πολλὰ μέρη τῆς πόλεως διαστάντας τὸ πολεμικὸν σημαίνειν. οἱ δὲ ραιεῖς πολλαχόθεν πολλῶν σαλπίγγων ἀκούοντες, περιηχού- μενοι, πάντα μεστὰ πολεμίων εἶναι νομίσαντες ἐξέλιπον τὴν πόλιν καὶ μεθʼ ἡμέραν ἐπρεσβεύσαντο πρὸς ιοίταν ίκετεύοντες ἀπολαβεῖν τὴν πατρίδα ὡς εἰσαῦθις ὑπή- κοοι γενησόμενοι τοῖς Ἀχαιοῖς.