Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
Polyaenus, Strategemata 36. ΗΛΕΙΟΙ.
Not analysed yet
Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως ὑποπτεύ- σαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ διαπολι- τευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπι- λαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μέχρι τῆς ἐκκλησίας κἀκεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδί- ζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν.