Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 37. ΠΑΙΡΙΣΑΔΗΣ.
Not analysed yet
Παιρισάδης Πόντου βασιλεὺς ἐν ἄλλῃ μὲν ἐσθῆτι τοὺς στρατιώτας ἐξέτασσεν, ἐν ἄλλῃ δὲ πρὸς τοὺς πο- λεμίους ἐκινδύνευεν, [ἐν] ἄλλῃ δὲ, εἰ φυγῆς καιρὸς ἦν, ἔφευγεν. ἐκτάττων μὲν γὰρ ἐβούλετο εἶναι πᾶσιν ἐπιφανὴς, κινδυνεύων δὲ μηδενὶ τῶν πολεμίων κατα- φανὴς, φεύγων δὲ μήτε τοῖς οἰκείοις μήτε τοῖς ἐναν- τίοις γνώριμος.