Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 38. ΣEΥΘΗΣ.
Not analysed yet
Σεύθης Ἀθηναίων τὰ ἐπὶ θάλατταν διὰ τῆς Χερ- ρονήσου πορθούντων μισθωσάμενος Γέτας ψιλοὺς δισχιλίους διʼ ἀπορρήτων συνέταξεν ὡς πολεμίους ἐμβαλόντας πυρπολεῖν τὴν χώραν καὶ βάλλειν τοὺς ἐπὶ τῶν τειχῶν. Ἀθηναῖοι ταῦτα ὁρῶντες καὶ πολε- μίους τῶν Θρᾳκῶν ἡγησάμενοι τοὺς Γέτας ἀπὸ τῶν δρωμένων ἐκβάντες θαρροῦντες τῶν νεῶν προσῆγον τοῖς τείχεσιν. ὁ μὲν Σεύθης προεξῆλθε τῶν τειχῶν ἐναντίος τοῖς Ἀθηναίοις, καὶ οἱ Γέται δὲ ὡς μετʼ αὐτῶν παρατάττεσθαι μέλλοντες· ἐπεὶ δὲ κατόπιν ἐγέ- νοντο, λαβόντες ὀπίσω τοὺς πολεμίους ἔνθεν μὲν οἱ Θρᾷκες, ἔνθεν δὲ οἱ Γέται πάντας αὐτοὺς διέφθειραν.