Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 44. ΣΚΥΘΑΙ.
Not analysed yet
Σκύθαι Τριβαλλοῖς παρατάσσεσθαι μέλλοντες παρ- ήγγειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφορβοῖς, ἐπειδὰν αἴσθωνται συμβαλόντας αὐτοὺς τοῖς πολεμίοις, ἐπι- φανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐπελαύνον- τας. οἱ μὲν ἐπεφάνησαν, οἱ δὲ Τριβαλλοὶ πολὺ πλῆθος ἀνθρώπων καὶ ἵππων πόρρωθεν ἰδόντες κονιορτὸν ἐγειρόμενον, βοὴν αἰρομένην, νομίσαντες τοὺς ἄνω Σκύθας ἥκειν αὐτοῖς συμμάχους ἔφυγον φοβηθέντες. Σκύθαι τὴν Ἀσίαν κατέτρεχον. αἱ Σκυθίδες γημά- μενοι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι τοὺς δεσπότας οὐκ ἐδέξαντο. πόλεμος ἦν. οἱ μὲν οἰκέται φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι· Σκύ- θης δὲ ἀνὴρ δείσας αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευσεν ὅπλα μὲν καὶ τόξα καταβαλεῖν, μάστιγας δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέτας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμησαν, οἱ δὲ τὸ συν- ειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα φεύγοντες ᾤχοντο.